ἐξεύχεται τὸ δρᾶμα τοῦ πάθους πλέον.ὀφλὼν γὰρ ἁρπαγῆς τε καὶ κλοπῆς δίκηντοῦ ῥυσίου θʼ ἥμαρτε καὶ πανώλεθροναὐτόχθονον πατρῷον ἔθρισεν δόμον.διπλᾶ δʼ ἔτεισαν Πριαμίδαι θἀμάρτια.κῆρυξ Ἀχαιῶν χαῖρε τῶν ἀπὸ στρατοῦ.χαίρω γε· τεθνάναι δʼ οὐκέτʼ ἀντερῶ θεοῖς.ἔρως πατρῴας τῆσδε γῆς σʼ ἐγύμνασεν;ὥστʼ ἐνδακρύειν γʼ ὄμμασιν χαρᾶς ὕπο.τερπνῆς ἄρʼ ἦτε τῆσδʼ ἐπήβολοι νόσου.πῶς δή; διδαχθεὶς τοῦδε δεσπόσω λόγου.τῶν ἀντερώντων ἱμέρῳ πεπληγμένοι.ποθεῖν ποθοῦντα τήνδε γῆν στρατὸν λέγεις;ὡς πόλλʼ ἀμαυρᾶς ἐκ φρενός μʼ ἀναστένεινπόθεν τὸ δύσφρον τοῦτʼ ἐπῆν θυμῷ στύγος;πάλαι τὸ σιγᾶν φάρμακον βλάβης ἔχω.καὶ πῶς; ἀπόντων κοιράνων ἔτρεις τινάς;ὡς νῦν, τὸ σὸν δή, καὶ θανεῖν πολλὴ χάρις.εὖ γὰρ πέπρακται. ταῦτα δʼ ἐν πολλῷ χρόνῳτὰ μέν τις ἂν λέξειεν εὐπετῶς ἔχειν,τὰ δʼ αὖτε κἀπίμομφα. τίς δὲ πλὴν θεῶνἅπαντʼ ἀπήμων τὸν διʼ αἰῶνος χρόνον;μόχθους γὰρ εἰ λέγοιμι καὶ δυσαυλίας,σπαρνὰς παρήξεις καὶ κακοστρώτους, τί δʼ οὐστένοντες, οὐ λαχόντες ἤματος μέρος;τὰ δʼ αὖτε χέρσῳ καὶ προσῆν πλέον στύγος·εὐναὶ γὰρ ἦσαν δηΐων πρὸς τείχεσιν·ἐξ οὐρανοῦ δὲ κἀπὸ γῆς λειμώνιαιδρόσοι κατεψάκαζον, ἔμπεδον σίνοςἐσθημάτων, τιθέντες ἔνθηρον τρίχα.χειμῶνα δʼ εἰ λέγοι τις οἰωνοκτόνον,οἷον παρεῖχʼ ἄφερτον Ἰδαία χιών,ἢ θάλπος, εὖτε πόντος ἐν μεσημβριναῖςκοίταις ἀκύμων νηνέμοις εὕδοι πεσώντί ταῦτα πενθεῖν δεῖ; παροίχεται πόνος·παροίχεται δέ, τοῖσι μὲν τεθνηκόσιντὸ μήποτʼ αὖθις μηδʼ ἀναστῆναι μέλειν.τί τοὺς ἀναλωθέντας ἐν ψήφῳ λέγειν,τὸν ζῶντα δʼ ἀλγεῖν χρὴ τύχης παλιγκότου;καὶ πολλὰ χαίρειν ξυμφορὰς καταξιῶ.