κήρυκʼ ἀπʼ ἀκτῆς τόνδʼ ὁρῶ κατάσκιονκλάδοις ἐλαίας· μαρτυρεῖ δέ μοι κάσιςπηλοῦ ξύνουρος διψία κόνις τάδε,ὡς οὔτʼ ἄναυδος οὔτε σοι δαίων φλόγαὕλης ὀρείας σημανεῖ καπνῷ πυρός,ἀλλʼ ἢ τὸ χαίρειν μᾶλλον ἐκβάξει λέγων—τὸν ἀντίον δὲ τοῖσδʼ ἀποστέργω λόγον·εὖ γὰρ πρὸς εὖ φανεῖσι προσθήκη πέλοι.—ὅστις τάδʼ ἄλλως τῇδʼ ἐπεύχεται πόλει,αὐτὸς φρενῶν καρποῖτο τὴν ἁμαρτίαν.ἰὼ πατρῷον οὖδας Ἀργείας χθονός,δεκάτου σε φέγγει τῷδʼ ἀφικόμην ἔτους,πολλῶν ῥαγεισῶν ἐλπίδων μιᾶς τυχών.οὐ γάρ ποτʼ ηὔχουν τῇδʼ ἐν Ἀργείᾳ χθονὶθανὼν μεθέξειν φιλτάτου τάφου μέρος.νῦν χαῖρε μὲν χθών, χαῖρε δʼ ἡλίου φάος,ὕπατός τε χώρας Ζεύς, ὁ Πύθιός τʼ ἄναξ,τόξοις ἰάπτων μηκέτʼ εἰς ἡμᾶς βέλη·ἅλις παρὰ Σκάμανδρον ἦσθʼ ἀνάρσιος·νῦν δʼ αὖτε σωτὴρ ἴσθι καὶ παιώνιος,ἄναξ Ἄπολλον. τούς τʼ ἀγωνίους θεοὺςπάντας προσαυδῶ, τόν τʼ ἐμὸν τιμάορονἙρμῆν, φίλον κήρυκα, κηρύκων σέβας,ἥρως τε τοὺς πέμψαντας, εὐμενεῖς πάλινστρατὸν δέχεσθαι τὸν λελειμμένον δορός.ἰὼ μέλαθρα βασιλέων, φίλαι στέγαι,σεμνοί τε θᾶκοι, δαίμονές τʼ ἀντήλιοι,εἴ που πάλαι, φαιδροῖσι τοισίδʼ ὄμμασιδέξασθε κόσμῳ βασιλέα πολλῷ χρόνῳ.ἥκει γὰρ ὑμῖν φῶς ἐν εὐφρόνῃ φέρωνκαὶ τοῖσδʼ ἅπασι κοινὸν Ἀγαμέμνων ἄναξ.ἀλλʼ εὖ νιν ἀσπάσασθε, καὶ γὰρ οὖν πρέπειΤροίαν κατασκάψαντα τοῦ δικηφόρουΔιὸς μακέλλῃ, τῇ κατείργασται πέδον.βωμοὶ δʼ ἄιστοι καὶ θεῶν ἱδρύματα,καὶ σπέρμα πάσης ἐξαπόλλυται χθονός.τοιόνδε Τροίᾳ περιβαλὼν ζευκτήριονἄναξ Ἀτρείδης πρέσβυς εὐδαίμων ἀνὴρἥκει, τίεσθαι δʼ ἀξιώτατος βροτῶντῶν νῦν· Πάρις γὰρ οὔτε συντελὴς πόλις