πει προδίκοις Ἀτρείδαις.οἱ δʼ αὐτοῦ περὶ τεῖχοςθήκας Ἰλιάδος γᾶςεὔμορφοι κατέχουσιν· ἐχ-θρὰ δʼ ἔχοντας ἔκρυψεν.βαρεῖα δʼ ἀστῶν φάτις ξὺν κότῳ·δημοκράντου δʼ ἀρᾶς τίνει χρέος.μένει δʼ ἀκοῦσαί τί μουμέριμνα νυκτηρεφές.τῶν πολυκτόνων γὰρ οὐκἄσκοποι θεοί. κελαι-ναὶ δʼ Ἐρινύες χρόνῳτυχηρὸν ὄντʼ ἄνευ δίκαςπαλιντυχεῖ τριβᾷ βίουτιθεῖσʼ ἀμαυρόν, ἐν δʼ ἀί-στοις τελέθοντος οὔτις ἀλ-κά· τὸ δʼ ὑπερκόπως κλύεινεὖ βαρύ· βάλλεται γὰρ ὄσ-σοις Διόθεν κάρανα.κρίνω δʼ ἄφθονον ὄλβον·μήτʼ εἴην πτολιπόρθηςμήτʼ οὖν αὐτὸς ἁλοὺς ὑπʼ ἄλ-λων βίον κατίδοιμι.πυρὸς δʼ ὑπʼ εὐαγγέλουπόλιν διήκει θοὰβάξις· εἰ δʼ ἐτήτυμος,τίς οἶδεν, ἤ τι θεῖόν ἐστί πῃ ψύθος.—τίς ὧδε παιδνὸς ἢ φρενῶν κεκομμένος,φλογὸς παραγγέλμασιννέοις πυρωθέντα καρδίαν ἔπειτʼἀλλαγᾷ λόγου καμεῖν;—ἐν γυναικὸς αἰχμᾷ πρέπειπρὸ τοῦ φανέντος χάριν ξυναινέσαι.—πιθανὸς ἄγαν ὁ θῆλυς ὅρος ἐπινέμεταιταχύπορος· ἀλλὰ ταχύμορονγυναικογήρυτον ὄλλυται κλέος.—τάχʼ εἰσόμεσθα λαμπάδων φαεσφόρωνφρυκτωριῶν τε καὶ πυρὸς παραλλαγάς,εἴτʼ οὖν ἀληθεῖς εἶτʼ ὀνειράτων δίκηντερπνὸν τόδʼ ἐλθὸν φῶς ἐφήλωσεν φρένας.