ἰὼ ἰὼ δῶμα δῶμα καὶ πρόμοι,ἰὼ λέχος καὶ στίβοι φιλάνορες.πάρεστι σιγὰς ἀτίμους ἀλοιδόρουςἄλγιστʼ ἀφημένων ἰδεῖν.πόθῳ δʼ ὑπερποντίαςφάσμα δόξει δόμων ἀνάσσειν.εὐμόρφων δὲ κολοσσῶνἔχθεται χάρις ἀνδρί·ὀμμάτων δʼ ἐν ἀχηνίαιςἔρρει πᾶσʼ Ἀφροδίτα.ὀνειρόφαντοι δὲ πενθήμονεςπάρεισι δόξαι φέρου-σαι χάριν ματαίαν.μάταν γάρ, εὖτʼ ἂν ἐσθλά τις δοκῶν ὁρᾷ,παραλλάξασα διὰχερῶν βέβακεν ὄψις οὐ μεθύστερονπτεροῖς ὀπαδοῦσʼ ὕπνου κελεύθοις.τὰ μὲν κατʼ οἴκους ἐφʼ ἑστίας ἄχητάδʼ ἐστὶ καὶ τῶνδʼ ὑπερβατώτερα.τὸ πᾶν δʼ ἀφʼ Ἕλλανος αἴας συνορμένοιςπένθειʼ ἀτλησικάρδιοςδόμων ἑκάστου πρέπει.πολλὰ γοῦν θιγγάνει πρὸς ἧπαρ·οὓς μὲν γάρ τις ἔπεμψενοἶδεν, ἀντὶ δὲ φωτῶντεύχη καὶ σποδὸς εἰς ἑκά-στου δόμους ἀφικνεῖται.ὁ χρυσαμοιβὸς δʼ Ἄρης σωμάτωνκαὶ ταλαντοῦχος ἐν μάχῃ δορὸςπυρωθὲν ἐξ Ἰλίουφίλοισι πέμπει βαρὺψῆγμα δυσδάκρυτον ἀν-τήνορος σποδοῦ γεμί-ζων λέβητας εὐθέτους.στένουσι δʼ εὖ λέγοντες ἄν-δρα τὸν μὲν ὡς μάχης ἴδρις,τὸν δʼ ἐν φοναῖς καλῶς πεσόντʼ—ἀλλοτρίας διαὶ γυναι-κός· τάδε σῖγά τις βαΰ-ζει, φθονερὸν δʼ ὑπʼ ἄλγος ἕρ-