πάρεστιν τοῦτό γʼ ἐξιχνεῦσαι.ὡς ἔπραξεν ὡς ἔκρανεν. οὐκ ἔφα τιςθεοὺς βροτῶν ἀξιοῦσθαι μέλεινὅσοις ἀθίκτων χάριςπατοῖθʼ· ὁ δʼ οὐκ εὐσεβής.πέφανται δʼ ἐκτίνουσʼἀτολμήτων ἀρὴπνεόντων μεῖζον ἢ δικαίως,φλεόντων δωμάτων ὑπέρφευὑπὲρ τὸ βέλτιστον. ἔστω δʼ ἀπή-μαντον, ὥστʼ ἀπαρκεῖνεὖ πραπίδων λαχόντα.οὐ γὰρ ἔστιν ἔπαλξιςπλούτου πρὸς κόρον ἀνδρὶλακτίσαντι μέγαν Δίκαςβωμὸν εἰς ἀφάνειαν.βιᾶται δʼ ἁ τάλαινα πειθώ,προβούλου παῖς ἄφερτος ἄτας.ἄκος δὲ πᾶν μάταιον. οὐκ ἐκρύφθη,πρέπει δέ, φῶς αἰνολαμπές, σίνος·κακοῦ δὲ χαλκοῦ τρόποντρίβῳ τε καὶ προσβολαῖςμελαμπαγὴς πέλειδικαιωθείς, ἐπεὶδιώκει παῖς ποτανὸν ὄρνιν,πόλει πρόστριμμʼ ἄφερτον ἐνθείς.λιτᾶν δʼ ἀκούει μὲν οὔτις θεῶν·τὸν δʼ ἐπίστροφον τῶνφῶτʼ ἄδικον καθαιρεῖ.οἷος καὶ Πάρις ἐλθὼνἐς δόμον τὸν Ἀτρειδᾶνᾔσχυνε ξενίαν τράπε-ζαν κλοπαῖσι γυναικός.λιποῦσα δʼ ἀστοῖσιν ἀσπίστοράςτε καὶ κλόνους λογχίμουςναυβάτας θʼ ὁπλισμούς,ἄγουσά τʼ ἀντίφερνον Ἰλίῳ φθορὰνβέβακεν ῥίμφα διὰπυλᾶν ἄτλητα τλᾶσα· πολλὰ δʼ ἔστενοντόδʼ ἐννέποντες δόμων προφῆται·