παῖδες γερόντων οὐκέτʼ ἐξ ἐλευθέρουδέρης ἀποιμώζουσι φιλτάτων μόρον·τοὺς δʼ αὖτε νυκτίπλαγκτος ἐκ μάχης πόνοςνήστεις πρὸς ἀρίστοισιν ὧν ἔχει πόλιςτάσσει, πρὸς οὐδὲν ἐν μέρει τεκμήριον,ἀλλʼ ὡς ἕκαστος ἔσπασεν τύχης πάλον.ἐν δʼ αἰχμαλώτοις Τρωικοῖς οἰκήμασινναίουσιν ἤδη, τῶν ὑπαιθρίων πάγωνδρόσων τʼ ἀπαλλαγέντες, ὡς δʼ εὐδαίμονεςἀφύλακτον εὑδήσουσι πᾶσαν εὐφρόνην.εἰ δʼ εὖ σέβουσι τοὺς πολισσούχους θεοὺςτοὺς τῆς ἁλούσης γῆς θεῶν θʼ ἱδρύματα,οὔ τἂν ἑλόντες αὖθις ἀνθαλοῖεν ἄν.ἔρως δὲ μή τις πρότερον ἐμπίπτῃ στρατῷπορθεῖν ἃ μὴ χρή, κέρδεσιν νικωμένους.δεῖ γὰρ πρὸς οἴκους νοστίμου σωτηρίαςκάμψαι διαύλου θάτερον κῶλον πάλιν·θεοῖς δʼ ἀναμπλάκητος εἰ μόλοι στρατός,ἐγρηγορὸς τὸ πῆμα τῶν ὀλωλότωνγένοιτʼ ἄν, εἰ πρόσπαια μὴ τύχοι κακά.τοιαῦτά τοι γυναικὸς ἐξ ἐμοῦ κλύεις·τὸ δʼ εὖ κρατοίη μὴ διχορρόπως ἰδεῖν.πολλῶν γὰρ ἐσθλῶν τήνδʼ ὄνησιν εἱλόμην.γύναι, κατʼ ἄνδρα σώφρονʼ εὐφρόνως λέγεις.ἐγὼ δʼ ἀκούσας πιστά σου τεκμήριαθεοὺς προσειπεῖν εὖ παρασκευάζομαι.χάρις γὰρ οὐκ ἄτιμος εἴργασται πόνων.ὦ Ζεῦ βασιλεῦ καὶ νὺξ φιλίαμεγάλων κόσμων κτεάτειρα,ἥτʼ ἐπὶ Τροίας πύργοις ἔβαλεςστεγανὸν δίκτυον, ὡς μήτε μέγανμήτʼ οὖν νεαρῶν τινʼ ὑπερτελέσαιμέγα δουλείαςγάγγαμον, ἄτης παναλώτου.Δία τοι ξένιον μέγαν αἰδοῦμαιτὸν τάδε πράξαντʼ ἐπʼ Ἀλεξάνδρῳτείνοντα πάλαι τόξον, ὅπως ἂνμήτε πρὸ καιροῦ μήθʼ ὑπὲρ ἄστρωνβέλος ἠλίθιον σκήψειεν.Διὸς πλαγὰν ἔχουσιν εἰπεῖν,