πεύκη τὸ χρυσοφεγγές, ὥς τις ἥλιος,σέλας παραγγείλασα Μακίστου σκοπαῖς·ὁ δʼ οὔτι μέλλων οὐδʼ ἀφρασμόνως ὕπνῳνικώμενος παρῆκεν ἀγγέλου μέρος·ἑκὰς δὲ φρυκτοῦ φῶς ἐπʼ Εὐρίπου ῥοὰςΜεσσαπίου φύλαξι σημαίνει μολόν.οἱ δʼ ἀντέλαμψαν καὶ παρήγγειλαν πρόσωγραίας ἐρείκης θωμὸν ἅψαντες πυρί.σθένουσα λαμπὰς δʼ οὐδέπω μαυρουμένη,ὑπερθοροῦσα πεδίον Ἀσωποῦ, δίκηνφαιδρᾶς σελήνης, πρὸς Κιθαιρῶνος λέπαςἤγειρεν ἄλλην ἐκδοχὴν πομποῦ πυρός.φάος δὲ τηλέπομπον οὐκ ἠναίνετοφρουρὰ πλέον καίουσα τῶν εἰρημένων·λίμνην δʼ ὑπὲρ Γοργῶπιν ἔσκηψεν φάος·ὄρος τʼ ἐπʼ Αἰγίπλαγκτον ἐξικνούμενονὤτρυνε θεσμὸν μὴ χρονίζεσθαι πυρός.πέμπουσι δʼ ἀνδαίοντες ἀφθόνῳ μένειφλογὸς μέγαν πώγωνα, καὶ Σαρωνικοῦπορθμοῦ κάτοπτον πρῶνʼ ὑπερβάλλειν πρόσωφλέγουσαν· ἔστʼ ἔσκηψεν εὖτʼ ἀφίκετοἈραχναῖον αἶπος, ἀστυγείτονας σκοπάς·κἄπειτʼ Ἀτρειδῶν ἐς τόδε σκήπτει στέγοςφάος τόδʼ οὐκ ἄπαππον Ἰδαίου πυρός.τοιοίδε τοί μοι λαμπαδηφόρων νόμοι,ἄλλος παρʼ ἄλλου διαδοχαῖς πληρούμενοι·νικᾷ δʼ ὁ πρῶτος καὶ τελευταῖος δραμών.τέκμαρ τοιοῦτον σύμβολόν τέ σοι λέγωἀνδρὸς παραγγείλαντος ἐκ Τροίας ἐμοί.θεοῖς μὲν αὖθις, ὦ γύναι, προσεύξομαι.λόγους δʼ ἀκοῦσαι τούσδε κἀποθαυμάσαιδιηνεκῶς θέλοιμʼ ἂν ὡς λέγοις πάλιν.Τροίαν Ἀχαιοὶ τῇδʼ ἔχουσʼ ἐν ἡμέρᾳ.οἶμαι βοὴν ἄμεικτον ἐν πόλει πρέπειν.ὄξος τʼ ἄλειφά τʼ ἐγχέας ταὐτῷ κύτειδιχοστατοῦντʼ ἄν, οὐ φίλω, προσεννέποις.καὶ τῶν ἁλόντων καὶ κρατησάντων δίχαφθογγὰς ἀκούειν ἔστι συμφορᾶς διπλῆς.οἱ μὲν γὰρ ἀμφὶ σώμασιν πεπτωκότεςἀνδρῶν κασιγνήτων τε καὶ φυταλμίων