τὰ δʼ ἔνθεν οὔτʼ εἶδον οὔτʼ ἐννέπω·τέχναι δὲ Κάλχαντος οὐκ ἄκραντοι.Δίκα δὲ τοῖς μὲν παθοῦσ-ιν μαθεῖν ἐπιρρέπει·τὸ μέλλον δʼ, ἐπεὶ γένοιτʼ, ἂν κλύοις· πρὸ χαιρέτω·ἴσον δὲ τῷ προστένειν.τορὸν γὰρ ἥξει σύνορθρον αὐγαῖς.πέλοιτο δʼ οὖν τἀπὶ τούτοισιν εὖ πρᾶξις, ὡςθέλει τόδʼ ἄγχιστον Ἀ-πίας γαίας μονόφρουρον ἕρκος.ἥκω σεβίζων σόν, Κλυταιμήστρα, κράτος·δίκη γάρ ἐστι φωτὸς ἀρχηγοῦ τίεινγυναῖκʼ ἐρημωθέντος ἄρσενος θρόνου.σὺ δʼ εἴ τι κεδνὸν εἴτε μὴ πεπυσμένηεὐαγγέλοισιν ἐλπίσιν θυηπολεῖς,κλύοιμʼ ἂν εὔφρων· οὐδὲ σιγώσῃ φθόνος.εὐάγγελος μέν, ὥσπερ ἡ παροιμία,ἕως γένοιτο μητρὸς εὐφρόνης πάρα.πεύσῃ δὲ χάρμα μεῖζον ἐλπίδος κλύειν·Πριάμου γὰρ ᾑρήκασιν Ἀργεῖοι πόλιν.πῶς φής; πέφευγε τοὔπος ἐξ ἀπιστίας.Τροίαν Ἀχαιῶν οὖσαν· ἦ τορῶς λέγω;χαρά μʼ ὑφέρπει δάκρυον ἐκκαλουμένη.εὖ γὰρ φρονοῦντος ὄμμα σοῦ κατηγορεῖ.τί γὰρ τὸ πιστόν; ἔστι τῶνδέ σοι τέκμαρ;ἔστιν· τί δʼ οὐχί; μὴ δολώσαντος θεοῦ.πότερα δʼ ὀνείρων φάσματʼ εὐπιθῆ σέβεις;οὐ δόξαν ἂν λάβοιμι βριζούσης φρενός.ἀλλʼ ἦ σʼ ἐπίανέν τις ἄπτερος φάτις;παιδὸς νέας ὣς κάρτʼ ἐμωμήσω φρένας.ποίου χρόνου δὲ καὶ πεπόρθηται πόλις;τῆς νῦν τεκούσης φῶς τόδʼ εὐφρόνης λέγω.καὶ τίς τόδʼ ἐξίκοιτʼ ἂν ἀγγέλων τάχος;Ἥφαιστος Ἴδης λαμπρὸν ἐκπέμπων σέλας.φρυκτὸς δὲ φρυκτὸν δεῦρʼ ἀπʼ ἀγγάρου πυρὸςἔπεμπεν· Ἴδη μὲν πρὸς Ἑρμαῖον λέπαςΛήμνου· μέγαν δὲ πανὸν ἐκ νήσου τρίτονἈθῷον αἶπος Ζηνὸς ἐξεδέξατο,ὑπερτελής τε, πόντον ὥστε νωτίσαι,ἰσχὺς πορευτοῦ λαμπάδος πρὸς ἡδονὴν