βαρεῖα μὲν κὴρ τὸ μὴ πιθέσθαι,βαρεῖα δʼ, εἰ τέκνον δαΐ-ξω, δόμων ἄγαλμα,μιαίνων παρθενοσφάγοισινῥείθροις πατρῴους χέραςπέλας βωμοῦ· τί τῶνδʼ ἄνευ κακῶν,πῶς λιπόναυς γένωμαιξυμμαχίας ἁμαρτών;παυσανέμου γὰρ θυσίαςπαρθενίου θʼ αἵματος ὀρ-γᾷ περιόργως ἐπιθυ-μεῖν θέμις. εὖ γὰρ εἴη.ἐπεὶ δʼ ἀνάγκας ἔδυ λέπαδνονφρενὸς πνέων δυσσεβῆ τροπαίανἄναγνον ἀνίερον, τόθεντὸ παντότολμον φρονεῖν μετέγνω.βροτοὺς θρασύνει γὰρ αἰσχρόμητιςτάλαινα παρακοπὰ πρωτοπήμων. ἔτλα δʼ οὖνθυτὴρ γενέσθαι θυγατρός,γυναικοποίνων πολέμων ἀρωγὰνκαὶ προτέλεια ναῶν.λιτὰς δὲ καὶ κληδόνας πατρῴουςπαρʼ οὐδὲν αἰῶ τε παρθένειονἔθεντο φιλόμαχοι βραβῆς.φράσεν δʼ ἀόζοις πατὴρ μετʼ εὐχὰνδίκαν χιμαίρας ὕπερθε βωμοῦπέπλοισι περιπετῆ παντὶ θυμῷ προνωπῆλαβεῖν ἀέρδην, στόματόςτε καλλιπρῴρου φυλακᾷ κατασχεῖνφθόγγον ἀραῖον οἴκοις,βίᾳ χαλινῶν τʼ ἀναύδῳ μένει.κρόκου βαφὰς δʼ ἐς πέδον χέουσαἔβαλλʼ ἕκαστον θυτήρ-ων ἀπʼ ὄμματος βέλειφιλοίκτῳ, πρέπουσά θʼ ὡς ἐν γραφαῖς, προσεννέπεινθέλουσʼ, ἐπεὶ πολλάκιςπατρὸς κατʼ ἀνδρῶνας εὐτραπέζουςἔμελψεν, ἁγνᾷ δʼ ἀταύρωτος αὐδᾷ πατρὸςφίλου τριτόσπονδον εὔ-ποτμον παιῶνα φίλως ἐτίμα—