πάντʼ ἐπισταθμώμενοςπλὴν Διός, εἰ τὸ μάταν ἀπὸ φροντίδος ἄχθοςχρὴ βαλεῖν ἐτητύμως.οὐδʼ ὅστις πάροιθεν ἦν μέγας,παμμάχῳ θράσει βρύων,οὐδὲ λέξεται πρὶν ὤν·ὃς δʼ ἔπειτʼ ἔφυ, τρια-κτῆρος οἴχεται τυχών.Ζῆνα δέ τις προφρόνως ἐπινίκια κλάζωντεύξεται φρενῶν τὸ πᾶν·τὸν φρονεῖν βροτοὺς ὁδώ-σαντα, τὸν πάθει μάθοςθέντα κυρίως ἔχειν.στάζει δʼ ἔν θʼ ὕπνῳ πρὸ καρδίαςμνησιπήμων πόνος· καὶ παρʼ ἄ-κοντας ἦλθε σωφρονεῖν.δαιμόνων δέ που χάρις βίαιοςσέλμα σεμνὸν ἡμένων.καὶ τόθʼ ἡγεμὼν ὁ πρέ-σβυς νεῶν Ἀχαιικῶν,μάντιν οὔτινα ψέγων,ἐμπαίοις τύχαισι συμπνέων,εὖτʼ ἀπλοίᾳ κεναγγεῖ βαρύ-νοντʼ Ἀχαιικὸς λεώς,Χαλκίδος πέραν ἔχων παλιρρόχ-θοις ἐν Αὐλίδος τόποις·πνοαὶ δʼ ἀπὸ Στρυμόνος μολοῦσαικακόσχολοι νήστιδες δύσορμοι,βροτῶν ἄλαι, ναῶν τε καὶπεισμάτων ἀφειδεῖς,παλιμμήκη χρόνον τιθεῖσαιτρίβῳ κατέξαινον ἄν-θος Ἀργείων· ἐπεὶ δὲ καὶ πικροῦχείματος ἄλλο μῆχαρβριθύτερον πρόμοισινμάντις ἔκλαγξεν προφέρωνἌρτεμιν, ὥστε χθόνα βάκ-τροις ἐπικρούσαντας Ἀτρεί-δας δάκρυ μὴ κατασχεῖν·ἄναξ δʼ ὁ πρέσβυς τότʼ εἶπε φωνῶν·