κἀκφυσιῶν ὀξεῖαν αἵματος σφαγὴνβάλλει μʼ ἐρεμνῇ ψακάδι φοινίας δρόσου,χαίρουσαν οὐδὲν ἧσσον ἢ διοσδότῳγάνει σπορητὸς κάλυκος ἐν λοχεύμασιν.ὡς ὧδʼ ἐχόντων, πρέσβος Ἀργείων τόδε,χαίροιτʼ ἄν, εἰ χαίροιτʼ, ἐγὼ δʼ ἐπεύχομαι.εἰ δʼ ἦν πρεπόντων ὥστʼ ἐπισπένδειν νεκρῷ,τῷδʼ ἂν δικαίως ἦν, ὑπερδίκως μὲν οὖν.τοσῶνδε κρατῆρʼ ἐν δόμοις κακῶν ὅδεπλήσας ἀραίων αὐτὸς ἐκπίνει μολών.θαυμάζομέν σου γλῶσσαν, ὡς θρασύστομος,ἥτις τοιόνδʼ ἐπʼ ἀνδρὶ κομπάζεις λόγον.πειρᾶσθέ μου γυναικὸς ὡς ἀφράσμονος·ἐγὼ δʼ ἀτρέστῳ καρδίᾳ πρὸς εἰδόταςλέγω· σὺ δʼ αἰνεῖν εἴτε με ψέγειν θέλειςὅμοιον. οὗτός ἐστιν Ἀγαμέμνων, ἐμὸςπόσις, νεκρὸς δέ, τῆσδε δεξιᾶς χερὸςἔργον, δικαίας τέκτονος. τάδʼ ὧδʼ ἔχει.τί κακόν, ὦ γύναι,χθονοτρεφὲς ἐδανὸν ἢ ποτὸνπασαμένα ῥυτᾶς ἐξ ἁλὸς ὀρόμενοντόδʼ ἐπέθου θύος, δημοθρόους τʼ ἀράς;ἀπέδικες ἀπέταμες· ἀπόπολις δʼ ἔσῃμῖσος ὄβριμον ἀστοῖς.νῦν μὲν δικάζεις ἐκ πόλεως φυγὴν ἐμοὶκαὶ μῖσος ἀστῶν δημόθρους τʼ ἔχειν ἀράς,οὐδὲν τότʼ ἀνδρὶ τῷδʼ ἐναντίον φέρων·ὃς οὐ προτιμῶν, ὡσπερεὶ βοτοῦ μόρον,μήλων φλεόντων εὐπόκοις νομεύμασιν,ἔθυσεν αὑτοῦ παῖδα, φιλτάτην ἐμοὶὠδῖνʼ, ἐπῳδὸν Θρῃκίων ἀημάτων.οὐ τοῦτον ἐκ γῆς τῆσδε χρῆν σʼ ἀνδρηλατεῖν,μιασμάτων ἄποινʼ; ἐπήκοος δʼ ἐμῶνἔργων δικαστὴς τραχὺς εἶ. λέγω δέ σοιτοιαῦτʼ ἀπειλεῖν, ὡς παρεσκευασμένηςἐκ τῶν ὁμοίων χειρὶ νικήσαντʼ ἐμοῦἄρχειν· ἐὰν δὲ τοὔμπαλιν κραίνῃ θεός,γνώσῃ διδαχθεὶς ὀψὲ γοῦν τὸ σωφρονεῖν.μεγαλόμητις εἶ,περίφρονα δʼ ἔλακες. ὥσπερ οὖν