φονολιβεῖ τύχᾳ φρὴν ἐπιμαίνεται,λίπος ἐπʼ ὀμμάτων αἵματος εὖ πρέπει·ἀτίετον ἔτι σὲ χρὴ στερομέναν φίλωντύμμα τύμματι τεῖσαι.καὶ τήνδʼ ἀκούεις ὁρκίων ἐμῶν θέμιν·μὰ τὴν τέλειον τῆς ἐμῆς παιδὸς Δίκην,Ἄτην Ἐρινύν θʼ, αἷσι τόνδʼ ἔσφαξʼ ἐγώ,οὔ μοι φόβου μέλαθρον ἐλπὶς ἐμπατεῖ,ἕως ἂν αἴθῃ πῦρ ἐφʼ ἑστίας ἐμῆςΑἴγισθος, ὡς τὸ πρόσθεν εὖ φρονῶν ἐμοί.οὗτος γὰρ ἡμῖν ἀσπὶς οὐ σμικρὰ θράσους.κεῖται γυναικὸς τῆσδε λυμαντήριος,Χρυσηίδων μείλιγμα τῶν ὑπʼ Ἰλίῳ·ἥ τʼ αἰχμάλωτος ἥδε καὶ τερασκόποςκαὶ κοινόλεκτρος τοῦδε, θεσφατηλόγοςπιστὴ ξύνευνος, ναυτίλων δὲ σελμάτωνἰσοτριβής. ἄτιμα δʼ οὐκ ἐπραξάτην.ὁ μὲν γὰρ οὕτως, ἡ δέ τοι κύκνου δίκηντὸν ὕστατον μέλψασα θανάσιμον γόονκεῖται, φιλήτωρ τοῦδʼ· ἐμοὶ δʼ ἐπήγαγενεὐνῆς παροψώνημα τῆς ἐμῆς χλιδῆς.φεῦ, τίς ἂν ἐν τάχει, μὴ περιώδυνος,μηδὲ δεμνιοτήρης,μόλοι τὸν αἰεὶ φέρουσʼ ἐν ἡμῖνΜοῖρʼ ἀτέλευτον ὕπνον, δαμέντοςφύλακος εὐμενεστάτου καὶπολλὰ τλάντος γυναικὸς διαί·πρὸς γυναικὸς δʼ ἀπέφθισεν βίον.