πρὸς δῶμα δεῦρʼ ἀστοῖσι κηρύσσειν βοήν.——ἐμοὶ δʼ ὅπως τάχιστά γʼ ἐμπεσεῖν δοκεῖκαὶ πρᾶγμʼ ἐλέγχειν σὺν νεορρύτῳ ξίφει.——κἀγὼ τοιούτου γνώματος κοινωνὸς ὢνψηφίζομαί τι δρᾶν· τὸ μὴ μέλλειν δʼ ἀκμή.——ὁρᾶν πάρεστι· φροιμιάζονται γὰρ ὡςτυραννίδος σημεῖα πράσσοντες πόλει.——χρονίζομεν γάρ. οἱ δὲ τῆς μελλοῦς κλέοςπέδοι πατοῦντες οὐ καθεύδουσιν χερί.——οὐκ οἶδα βουλῆς ἧστινος τυχὼν λέγω.τοῦ δρῶντός ἐστι καὶ τὸ βουλεῦσαι πέρι.——κἀγὼ τοιοῦτός εἰμʼ, ἐπεὶ δυσμηχανῶλόγοισι τὸν θανόντʼ ἀνιστάναι πάλιν.——ἦ καὶ βίον τείνοντες ὧδʼ ὑπείξομενδόμων καταισχυντῆρσι τοῖσδʼ ἡγουμένοις;——ἀλλʼ οὐκ ἀνεκτόν,ἀλλὰ κατθανεῖν κρατεῖ·πεπαιτέρα γὰρ μοῖρα τῆς τυραννίδος.——ἦ γὰρ τεκμηρίοισιν ἐξ οἰμωγμάτωνμαντευσόμεσθα τἀνδρὸς ὡς ὀλωλότος;——σάφʼ εἰδότας χρὴ τῶνδε θυμοῦσθαι πέρι·τὸ γὰρ τοπάζειν τοῦ σάφʼ εἰδέναι δίχα.——ταύτην ἐπαινεῖν πάντοθεν πληθύνομαι,τρανῶς Ἀτρείδην εἰδέναι κυροῦνθʼ ὅπως.πολλῶν πάροιθεν καιρίως εἰρημένωντἀναντίʼ εἰπεῖν οὐκ ἐπαισχυνθήσομαι.πῶς γάρ τις ἐχθροῖς ἐχθρὰ πορσύνων, φίλοιςδοκοῦσιν εἶναι, πημονῆς ἀρκύστατʼ ἂνφράξειεν, ὕψος κρεῖσσον ἐκπηδήματος;ἐμοὶ δʼ ἀγὼν ὅδʼ οὐκ ἀφρόντιστος πάλαινείκης παλαιᾶς ἦλθε, σὺν χρόνῳ γε μήν·ἕστηκα δʼ ἔνθʼ ἔπαισʼ ἐπʼ ἐξειργασμένοις.οὕτω δʼ ἔπραξα, καὶ τάδʼ οὐκ ἀρνήσομαι·ὡς μήτε φεύγειν μήτʼ ἀμύνεσθαι μόρον,ἄπειρον ἀμφίβληστρον, ὥσπερ ἰχθύων,περιστιχίζω, πλοῦτον εἵματος κακόν.παίω δέ νιν δίς· κἀν δυοῖν οἰμωγμάτοινμεθῆκεν αὑτοῦ κῶλα· καὶ πεπτωκότιτρίτην ἐπενδίδωμι, τοῦ κατὰ χθονὸςΔιὸς νεκρῶν σωτῆρος εὐκταίαν χάριν.οὕτω τὸν αὑτοῦ θυμὸν ὁρμαίνει πεσών·