φόνον δόμοι πνέουσιν αἱματοσταγῆ,καί πῶς;τόδʼ ὄζει θυμάτων ἐφεστίων.ὅμοιος ἀτμὸς ὥσπερ ἐκ τάφου πρέπει,οὐ Σύριον ἀγλάισμα δώμασιν λέγεις.ἀλλʼ εἶμι κἀν δόμοισι κωκύσουσʼ ἐμὴνἈγαμέμνονός τε μοῖραν. ἀρκείτω βίος.ἰὼ ξένοι,οὔτοι δυσοίζω θάμνον ὡς ὄρνις φόβῳἄλλως· θανούσῃ μαρτυρεῖτέ μοι τόδε,ὅταν γυνὴ γυναικὸς ἀντʼ ἐμοῦ θάνῃ,ἀνήρ τε δυσδάμαρτος ἀντʼ ἀνδρὸς πέσῃ.ἐπιξενοῦμαι ταῦτα δʼ ὡς θανουμένη.ὦ τλῆμον, οἰκτίρω σε θεσφάτου μόρου.ἅπαξ ἔτʼ εἰπεῖν ῥῆσιν οὐ θρῆνον θέλωἐμὸν τὸν αὐτῆς. ἡλίῳ δʼ ἐπεύχομαιπρὸς ὕστατον φῶς τοῖς ἐμοῖς τιμαόροιςἐχθροῖς φονεῦσι τοῖς ἐμοῖς τίνειν ὁμοῦ,δούλης θανούσης, εὐμαροῦς χειρώματος.ἰὼ βρότεια πράγματʼ· εὐτυχοῦντα μὲνσκιά τις ἂν τρέψειεν· εἰ δὲ δυστυχῇ,βολαῖς ὑγρώσσων σπόγγος ὤλεσεν γραφήν.καὶ ταῦτʼ ἐκείνων μᾶλλον οἰκτίρω πολύ.τὸ μὲν εὖ πράσσειν ἀκόρεστον ἔφυπᾶσι βροτοῖσιν· δακτυλοδείκτων δʼοὔτις ἀπειπὼν εἴργει μελάθρων,μηκέτʼ ἐσέλθῃς, τάδε φωνῶν.καὶ τῷδε πόλιν μὲν ἑλεῖν ἔδοσανμάκαρες Πριάμου·θεοτίμητος δʼ οἴκαδʼ ἱκάνει.νῦν δʼ εἰ προτέρων αἷμʼ ἀποτείσῃκαὶ τοῖσι θανοῦσι θανὼν ἄλλωνποινὰς θανάτων ἐπικράνῃ,τίς ἂν ἐξεύξαιτο βροτῶν ἀσινεῖδαίμονι φῦναι τάδʼ ἀκούων;ὤμοι, πέπληγμαι καιρίαν πληγὴν ἔσω.σῖγα· τίς πληγὴν ἀυτεῖ καιρίως οὐτασμένος;ὤμοι μάλʼ αὖθις, δευτέραν πεπληγμένος.τοὔργον εἰργάσθαι δοκεῖ μοι βασιλέως οἰμώγμασιν.ἀλλὰ κοινωσώμεθʼ ἤν πως ἀσφαλῆ βουλεύματα.—ἐγὼ μὲν ὑμῖν τὴν ἐμὴν γνώμην λέγω,