ἰδοὺ δʼ Ἀπόλλων αὐτὸς ἐκδύων ἐμὲχρηστηρίαν ἐσθῆτʼ, ἐποπτεύσας δέ μεκἀν τοῖσδε κόσμοις καταγελωμένην μέγαφίλων ὑπʼ ἐχθρῶν οὐ διχορρόπως, μάτην—καλουμένη δὲ φοιτὰς ὡς ἀγύρτριαπτωχὸς τάλαινα λιμοθνὴς ἠνεσχόμην—καὶ νῦν ὁ μάντις μάντιν ἐκπράξας ἐμὲἀπήγαγʼ ἐς τοιάσδε θανασίμους τύχας.βωμοῦ πατρῴου δʼ ἀντʼ ἐπίξηνον μένει,θερμῷ κοπείσης φοινίῳ προσφάγματι.οὐ μὴν ἄτιμοί γʼ ἐκ θεῶν τεθνήξομεν.ἥξει γὰρ ἡμῶν ἄλλος αὖ τιμάορος,μητροκτόνον φίτυμα, ποινάτωρ πατρός·φυγὰς δʼ ἀλήτης τῆσδε γῆς ἀπόξενοςκάτεισιν, ἄτας τάσδε θριγκώσων φίλοις·ὀμώμοται γὰρ ὅρκος ἐκ θεῶν μέγας,ἄξειν νιν ὑπτίασμα κειμένου πατρός.τί δῆτʼ ἐγὼ κάτοικτος ὧδʼ ἀναστένω;ἐπεὶ τὸ πρῶτον εἶδον Ἰλίου πόλινπράξασαν ὡς ἔπραξεν, οἳ δʼ εἷλον πόλινοὕτως ἀπαλλάσσουσιν ἐν θεῶν κρίσει,ἰοῦσα πράξω· τλήσομαι τὸ κατθανεῖν.Ἅιδου πύλας δὲ τάσδʼ ἐγὼ προσεννέπω·ἐπεύχομαι δὲ καιρίας πληγῆς τυχεῖν,ὡς ἀσφάδαστος, αἱμάτων εὐθνησίμωνἀπορρυέντων, ὄμμα συμβάλω τόδε.ὦ πολλὰ μὲν τάλαινα, πολλὰ δʼ αὖ σοφὴγύναι, μακρὰν ἔτεινας. εἰ δʼ ἐτητύμωςμόρον τὸν αὑτῆς οἶσθα, πῶς θεηλάτουβοὸς δίκην πρὸς βωμὸν εὐτόλμως πατεῖς;οὐκ ἔστʼ ἄλυξις, οὔ, ξένοι, χρόνον πλέω.ὁ δʼ ὕστατός γε τοῦ χρόνου πρεσβεύεται,ἥκει τόδʼ ἦμαρ· σμικρὰ κερδανῶ φυγῇ.ἀλλʼ ἴσθι τλήμων οὖσʼ ἀπʼ εὐτόλμου φρενός.οὐδεὶς ἀκούει ταῦτα τῶν εὐδαιμόνων.ἀλλʼ εὐκλεῶς τοι κατθανεῖν χάρις βροτῷ.ἰὼ πάτερ σοῦ σῶν τε γενναίων τέκνων.τί δʼ ἐστὶ χρῆμα; τίς σʼ ἀποστρέφει φόβος;φεῦ φεῦ.τί τοῦτʼ ἔφευξας; εἴ τι μὴ φρενῶν στύγος.