λείξασα κἀκτείνασα φαιδρὸν οὖς, δίκηνἌτης λαθραίου, τεύξεται κακῇ τύχῃ.τοιάδε τόλμα· θῆλυς ἄρσενος φονεὺςἔστιν. τί νιν καλοῦσα δυσφιλὲς δάκοςτύχοιμʼ ἄν; ἀμφίσβαιναν, ἢ Σκύλλαν τινὰοἰκοῦσαν ἐν πέτραισι, ναυτίλων βλάβην,θύουσαν Ἅιδου μητέρʼ ἄσπονδόν τʼ Ἄρηφίλοις πνέουσαν; ὡς δʼ ἐπωλολύξατοἡ παντότολμος, ὥσπερ ἐν μάχης τροπῇ,δοκεῖ δὲ χαίρειν νοστίμῳ σωτηρίᾳ.καὶ τῶνδʼ ὅμοιον εἴ τι μὴ πείθω· τί γάρ;τὸ μέλλον ἥξει. καὶ σύ μʼ ἐν τάχει παρὼνἄγαν γʼ ἀληθόμαντιν οἰκτίρας ἐρεῖς.τὴν μὲν Θυέστου δαῖτα παιδείων κρεῶνξυνῆκα καὶ πέφρικα, καὶ φόβος μʼ ἔχεικλύοντʼ ἀληθῶς οὐδὲν ἐξῃκασμένα.τὰ δʼ ἄλλʼ ἀκούσας ἐκ δρόμου πεσὼν τρέχω.Ἀγαμέμνονός σέ φημʼ ἐπόψεσθαι μόρον.εὔφημον, ὦ τάλαινα, κοίμησον στόμα.ἀλλʼ οὔτι παιὼν τῷδʼ ἐπιστατεῖ λόγῳ.οὔκ, εἴπερ ἔσται γʼ· ἀλλὰ μὴ γένοιτό πως.σὺ μὲν κατεύχῃ, τοῖς δʼ ἀποκτείνειν μέλει.τίνος πρὸς ἀνδρὸς τοῦτʼ ἄγος πορσύνεται;ἦ κάρτα τἄρʼ ἂν παρεκόπης χρησμῶν ἐμῶντοῦ γὰρ τελοῦντος οὐ ξυνῆκα μηχανήν.καὶ μὴν ἄγαν γʼ Ἕλληνʼ ἐπίσταμαι φάτιν.καὶ γὰρ τὰ πυθόκραντα· δυσμαθῆ δʼ ὅμως.παπαῖ, οἷον τὸ πῦρ· ἐπέρχεται δέ μοι.ὀτοτοῖ, Λύκειʼ Ἄπολλον, οἲ ἐγὼ ἐγώ.αὕτη δίπους λέαινα συγκοιμωμένηλύκῳ, λέοντος εὐγενοῦς ἀπουσίᾳ,κτενεῖ με τὴν τάλαιναν· ὡς δὲ φάρμακοντεύχουσα κἀμοῦ μισθὸν ἐνθήσειν κότῳἐπεύχεται, θήγουσα φωτὶ φάσγανονἐμῆς ἀγωγῆς ἀντιτείσασθαι φόνον.τί δῆτʼ ἐμαυτῆς καταγέλωτʼ ἔχω τάδε,καὶ σκῆπτρα καὶ μαντεῖα περὶ δέρῃ στέφη;σὲ μὲν πρὸ μοίρας τῆς ἐμῆς διαφθερῶ.ἴτʼ ἐς φθόρον· πεσόντα γʼ ὧδʼ ἀμείβομαι.ἄλλην τινʼ ἄτης ἀντʼ ἐμοῦ πλουτίζετε.