βρότειον αἷμα κῶμος ἐν δόμοις μένει,δύσπεμπτος ἔξω, συγγόνων Ἐρινύων.ὑμνοῦσι δʼ ὕμνον δώμασιν προσήμεναιπρώταρχον ἄτην· ἐν μέρει δʼ ἀπέπτυσανεὐνὰς ἀδελφοῦ τῷ πατοῦντι δυσμενεῖς.ἥμαρτον, ἢ θηρῶ τι τοξότης τις ὥς;ἢ ψευδόμαντίς εἰμι θυροκόπος φλέδων;ἐκμαρτύρησον προυμόσας τό μʼ εἰδέναιλόγῳ παλαιὰς τῶνδʼ ἁμαρτίας δόμων.καὶ πῶς ἂν ὅρκος, πῆγμα γενναίως παγέν,παιώνιον γένοιτο; θαυμάζω δέ σου,πόντου πέραν τραφεῖσαν ἀλλόθρουν πόλινκυρεῖν λέγουσαν, ὥσπερ εἰ παρεστάτεις.μάντις μʼ Ἀπόλλων τῷδʼ ἐπέστησεν τέλει.μῶν καὶ θεός περ ἱμέρῳ πεπληγμένος;προτοῦ μὲν αἰδὼς ἦν ἐμοὶ λέγειν τάδε.ἁβρύνεται γὰρ πᾶς τις εὖ πράσσων πλέον.ἀλλʼ ἦν παλαιστὴς κάρτʼ ἐμοὶ πνέων χάριν.ἦ καὶ τέκνων εἰς ἔργον ἤλθετον νόμῳ;ξυναινέσασα Λοξίαν ἐψευσάμην.ἤδη τέχναισιν ἐνθέοις ᾑρημένη;ἤδη πολίταις πάντʼ ἐθέσπιζον πάθη.πῶς δῆτʼ ἄνατος ἦσθα Λοξίου κότῳ;ἔπειθον οὐδένʼ οὐδέν, ὡς τάδʼ ἤμπλακον.ἡμῖν γε μὲν δὴ πιστὰ θεσπίζειν δοκεῖς.ἰοὺ ἰού, ὢ ὢ κακά.ὑπʼ αὖ με δεινὸς ὀρθομαντείας πόνοςστροβεῖ ταράσσων φροιμίοις δυσφροιμίοις.ὁρᾶτε τούσδε τοὺς δόμοις ἐφημένουςνέους, ὀνείρων προσφερεῖς μορφώμασιν;παῖδες θανόντες ὡσπερεὶ πρὸς τῶν φίλων,χεῖρας κρεῶν πλήθοντες οἰκείας βορᾶς,σὺν ἐντέροις τε σπλάγχνʼ, ἐποίκτιστον γέμος,πρέπουσʼ ἔχοντες, ὧν πατὴρ ἐγεύσατο.ἐκ τῶνδε ποινὰς φημὶ βουλεύειν τινὰλέοντʼ ἄναλκιν ἐν λέχει στρωφώμενονοἰκουρόν, οἴμοι, τῷ μολόντι δεσπότῃἐμῷ· φέρειν γὰρ χρὴ τὸ δούλιον ζυγόν·νεῶν τʼ ἄπαρχος Ἰλίου τʼ ἀναστάτηςοὐκ οἶδεν οἷα γλῶσσα μισητῆς κυνὸς