ἐμοὶ δὲ μίμνει σχισμὸς ἀμφήκει δορί.πόθεν ἐπισσύτους θεοφόρους τʼ ἔχειςματαίους δύας,τὰ δʼ ἐπίφοβα δυσφάτῳ κλαγγᾷμελοτυπεῖς ὁμοῦ τʼ ὀρθίοις ἐν νόμοις;πόθεν ὅρους ἔχεις θεσπεσίας ὁδοῦκακορρήμονας;ἰὼ γάμοι γάμοι Πάριδος ὀλέθριοι φίλων.ἰὼ Σκαμάνδρου πάτριον ποτόν.τότε μὲν ἀμφὶ σὰς ἀϊόνας τάλαινʼἠνυτόμαν τροφαῖς·νῦν δʼ ἀμφὶ Κωκυτόν τε κἀχερουσίουςὄχθας ἔοικα θεσπιῳδήσειν τάχα.τί τόδε τορὸν ἄγαν ἔπος ἐφημίσω;νεόγονος ἂν ἀΐων μάθοι.πέπληγμαι δʼ ὑπαὶ δάκει φοινίῳδυσαλγεῖ τύχᾳ μινυρὰ κακὰ θρεομένας,θραύματʼ ἐμοὶ κλύειν.ἰὼ πόνοι πόνοι πόλεος ὀλομένας τὸ πᾶν.ἰὼ πρόπυργοι θυσίαι πατρὸςπολυκανεῖς βοτῶν ποιονόμων· ἄκος δʼοὐδὲν ἐπήρκεσαντὸ μὴ πόλιν μὲν ὥσπερ οὖν ἔχει παθεῖν.ἐγὼ δὲ θερμόνους τάχʼ ἐν πέδῳ βαλῶ.ἑπόμενα προτέροισι τάδʼ ἐφημίσω.καί τίς σε κακοφρονῶν τίθη-σι δαίμων ὑπερβαρὴς ἐμπίτνωνμελίζειν πάθη γοερὰ θανατοφόρα.τέρμα δʼ ἀμηχανῶ.καὶ μὴν ὁ χρησμὸς οὐκέτʼ ἐκ καλυμμάτωνἔσται δεδορκὼς νεογάμου νύμφης δίκην·λαμπρὸς δʼ ἔοικεν ἡλίου πρὸς ἀντολὰςπνέων ἐσᾴξειν, ὥστε κύματος δίκηνκλύζειν πρὸς αὐγὰς τοῦδε πήματος πολὺμεῖζον· φρενώσω δʼ οὐκέτʼ ἐξ αἰνιγμάτων.καὶ μαρτυρεῖτε συνδρόμως ἴχνος κακῶνῥινηλατούσῃ τῶν πάλαι πεπραγμένων.τὴν γὰρ στέγην τήνδʼ οὔποτʼ ἐκλείπει χορὸςξύμφθογγος οὐκ εὔφωνος· οὐ γὰρ εὖ λέγει.καὶ μὴν πεπωκώς γʼ, ὡς θρασύνεσθαι πλέον,