λουτροῖσι φαιδρύνασα—πῶς φράσω τέλος;τάχος γὰρ τόδʼ ἔσται· προτείνει δὲ χεὶρ ἐκχερὸς ὀρέγματα.οὔπω ξυνῆκα· νῦν γὰρ ἐξ αἰνιγμάτωνἐπαργέμοισι θεσφάτοις ἀμηχανῶ.ἒ ἔ, παπαῖ παπαῖ, τί τόδε φαίνεται;ἦ δίκτυόν τί γʼ Ἅιδου;ἀλλʼ ἄρκυς ἡ ξύνευνος, ἡ ξυναιτίαφόνου. στάσις δʼ ἀκόρετος γένεικατολολυξάτω θύματος λευσίμου.ποίαν Ἐρινὺν τήνδε δώμασιν κέλῃἐπορθιάζειν; οὔ με φαιδρύνει λόγος.ἐπὶ δὲ καρδίαν ἔδραμε κροκοβαφὴςσταγών, ἅτε καιρία πτώσιμοςξυνανύτει βίου δύντος αὐγαῖς·ταχεῖα δʼ ἄτα πέλει.ἆ ἆ, ἰδοὺ ἰδού· ἄπεχε τῆς βοὸςτὸν ταῦρον· ἐν πέπλοισιμελαγκέρῳ λαβοῦσα μηχανήματιτύπτει· πίτνει δʼ ἐν ἐνύδρῳ τεύχει.δολοφόνου λέβητος τύχαν σοι λέγω.οὐ κομπάσαιμʼ ἂν θεσφάτων γνώμων ἄκροςεἶναι, κακῷ δέ τῳ προσεικάζω τάδε.ἀπὸ δὲ θεσφάτων τίς ἀγαθὰ φάτιςβροτοῖς τέλλεται; κακῶν γὰρ διαὶπολυεπεῖς τέχναι θεσπιῳδὸνφόβον φέρουσιν μαθεῖν.ἰὼ ἰὼ ταλαίνας κακόποτμοι τύχαι·τὸ γὰρ ἐμὸν θροῶ πάθος ἐπεγχύδαν.ποῖ δή με δεῦρο τὴν τάλαιναν ἤγαγες;οὐδέν ποτʼ εἰ μὴ ξυνθανουμένην. τί γάρ;φρενομανής τις εἶ θεοφόρητος, ἀμ-φὶ δʼ αὑτᾶς θροεῖςνόμον ἄνομον, οἷά τις ξουθὰἀκόρετος βοᾶς, φεῦ, ταλαίναις φρεσίνἼτυν Ἴτυν στένουσʼ ἀμφιθαλῆ κακοῖςἀηδὼν βίον.ἰὼ ἰὼ λιγείας μόρον ἀηδόνος·περέβαλον γάρ οἱ πτεροφόρον δέμαςθεοὶ γλυκύν τʼ αἰῶνα κλαυμάτων ἄτερ·