ἐγὼ δʼ, ἐποικτίρω γάρ, οὐ θυμώσομαι.ἴθʼ, ὦ τάλαινα, τόνδʼ ἐρημώσασʼ ὄχον,εἴκουσʼ ἀνάγκῃ τῇδε καίνισον ζυγόν.ὀτοτοτοῖ πόποι δᾶ.Ὦπολλον Ὦπολλον.τί ταῦτʼ ἀνωτότυξας ἀμφὶ Λοξίου;οὐ γὰρ τοιοῦτος ὥστε θρηνητοῦ τυχεῖν.ὀτοτοτοῖ πόποι δᾶ.Ὦπολλον Ὦπολλον.ἡ δʼ αὖτε δυσφημοῦσα τὸν θεὸν καλεῖοὐδὲν προσήκοντʼ ἐν γόοις παραστατεῖν.Ἄπολλον Ἄπολλονἀγυιᾶτʼ, ἀπόλλων ἐμός.ἀπώλεσας γὰρ οὐ μόλις τὸ δεύτερον.χρήσειν ἔοικεν ἀμφὶ τῶν αὑτῆς κακῶν.μένει τὸ θεῖον δουλίᾳ περ ἐν φρενί.Ἄπολλον Ἄπολλονἀγυιᾶτʼ, ἀπόλλων ἐμός.ἆ ποῖ ποτʼ ἤγαγές με; πρὸς ποίαν στέγην;πρὸς τὴν Ἀτρειδῶν· εἰ σὺ μὴ τόδʼ ἐννοεῖς,ἐγὼ λέγω σοι· καὶ τάδʼ οὐκ ἐρεῖς ψύθη.μισόθεον μὲν οὖν, πολλὰ συνίστορααὐτόφονα κακὰ καρατόμα,ἀνδροσφαγεῖον καὶ πεδορραντήριον.ἔοικεν εὔρις ἡ ξένη κυνὸς δίκηνεἶναι, ματεύει δʼ ὧν ἀνευρήσει φόνον.μαρτυρίοισι γὰρ τοῖσδʼ ἐπιπείθομαι·κλαιόμενα τάδε βρέφη σφαγάς,ὀπτάς τε σάρκας πρὸς πατρὸς βεβρωμένας.τὸ μὲν κλέος σοῦ μαντικὸν πεπυσμένοιἦμεν· προφήτας δʼ οὔτινας ματεύομεν.ἰὼ πόποι, τί ποτε μήδεται;τί τόδε νέον ἄχος μέγαμέγʼ ἐν δόμοισι τοῖσδε μήδεται κακὸνἄφερτον φίλοισιν, δυσίατον; ἀλκὰ δʼἑκὰς ἀποστατεῖ.τούτων ἄιδρίς εἰμι τῶν μαντευμάτων.ἐκεῖνα δʼ ἔγνων· πᾶσα γὰρ πόλις βοᾷ.ἰὼ τάλαινα, τόδε γὰρ τελεῖς,τὸν ὁμοδέμνιον πόσιν