ἰὼ Μοῖρα βαρυδότειρα μογερά,πότνιά τʼ Οἰδίπου σκιά,μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.ἠέ.ἠέ.δυσθέατα πήματα —ἔδειξεν ἐκ φυγᾶς ἐμοί.οὐδʼ ἵκεθʼ ὡς κατέκτανεν.σωθεὶς δὲ πνεῦμʼ ἀπώλεσεν.ὤλεσε δῆτʼ ἄγαν.καὶ τὸν ἐνόσφισεν.τάλαν γένος.τάλαν πάθος.δύστονα κήδεʼ ὁμαίμονα.δίυγρα τριπάλτων πημάτων.ἰὼ Μοῖρα βαρυδότειρα μογερά,πότνιά τʼ Οἰδίπου σκιά,μέλαινʼ Ἐρινύς, ἦ μεγασθενής τις εἶ.σὺ τοί νιν οἶσθα διαπερῶν—σὺ δʼ οὐδὲν ὕστερος μαθών—ἐπεὶ κατῆλθες ἐς πόλιν,δορός γε τῷδʼ ἀντηρέτας.ὀλοὰ λέγειν.ὀλοὰ δʼ ὁρᾶν.ἰὼ πόνος—ἰὼ κακά—δώμασι καὶ χθονί.πρὸ πάντων δʼ ἐμοί.καὶ τὸ πρόσω γʼ ἐμοί.ἰὼ ἰὼ δυστόνων κακῶν, ἄναξ.ἰὼ πάντων πολυστονώτατοι.ἰὼ ἰὼ δαιμονῶντες ἄτᾳ.ἰὼ ἰώ, ποῦ σφε θήσομεν χθονός;ἰώ, ὅπου ʼσʼτι τιμιώτατον.ἰὼ ἰώ, πῆμα πατρὶ πάρευνον.δοκοῦντα καὶ δόξαντʼ ἀπαγγέλλειν με χρὴδήμου προβούλοις τῆσδε Καδμείας πόλεως·Ἐτεοκλέα μὲν τόνδʼ ἐπʼ εὐνοίᾳ χθονὸςθάπτειν ἔδοξε γῆς φίλαις κατασκαφαῖς·στυγῶν γὰρ ἐχθροὺς θάνατον εἵλετʼ ἐν πόλει