Κάδμου πολῖται, χρὴ λέγειν τὰ καίριαὅστις φυλάσσει πρᾶγος ἐν πρύμνῃ πόλεωςοἴακα νωμῶν, βλέφαρα μὴ κοιμῶν ὕπνῳ.εἰ μὲν γὰρ εὖ πράξαιμεν, αἰτία θεοῦ·εἰ δʼ αὖθʼ, ὃ μὴ γένοιτο, συμφορὰ τύχοι,Ἐτεοκλέης ἂν εἷς πολὺς κατὰ πτόλινὑμνοῖθʼ ὑπʼ ἀστῶν φροιμίοις πολυρρόθοιςοἰμώγμασίν θʼ, ὧν Ζεὺς ἀλεξητήριοςἐπώνυμος γένοιτο Καδμείων πόλει.ὑμᾶς δὲ χρὴ νῦν, καὶ τὸν ἐλλείποντʼ ἔτιἥβης ἀκμαίας καὶ τὸν ἔξηβον χρόνῳ,βλαστημὸν ἀλδαίνοντα σώματος πολύν,ὥραν τʼ ἔχονθʼ ἕκαστον ὥστε συμπρεπές,πόλει τʼ ἀρήγειν καὶ θεῶν ἐγχωρίωνβωμοῖσι, τιμὰς μὴ ʼξαλειφθῆναί ποτε·τέκνοις τε, Γῇ τε μητρί, φιλτάτῃ τροφῷ·ἡ γὰρ νέους ἕρποντας εὐμενεῖ πέδῳ,ἅπαντα πανδοκοῦσα παιδείας ὄτλον,ἐθρέψατʼ οἰκητῆρας ἀσπιδηφόρουςπιστοὺς ὅπως γένοισθε πρὸς χρέος τόδε.καὶ νῦν μὲν ἐς τόδʼ ἦμαρ εὖ ῥέπει θεός·χρόνον γὰρ ἤδη τόνδε πυργηρουμένοιςκαλῶς τὰ πλείω πόλεμος ἐκ θεῶν κυρεῖ.νῦν δʼ ὡς ὁ μάντις φησίν, οἰωνῶν βοτήρ,ἐν ὠσὶ νωμῶν καὶ φρεσίν, πυρὸς δίχα,χρηστηρίους ὄρνιθας ἀψευδεῖ τέχνῃ·οὗτος τοιῶνδε δεσπότης μαντευμάτωνλέγει μεγίστην προσβολὴν Ἀχαιίδανυκτηγορεῖσθαι κἀπιβουλεύσειν πόλει.ἀλλʼ ἔς τʼ ἐπάλξεις καὶ πύλας πυργωμάτωνὁρμᾶσθε πάντες, σοῦσθε σὺν παντευχίᾳ,πληροῦτε θωρακεῖα, κἀπὶ σέλμασινπύργων στάθητε, καὶ πυλῶν ἐπʼ ἐξόδοιςμίμνοντες εὖ θαρσεῖτε, μηδʼ ἐπηλύδωνταρβεῖτʼ ἄγαν ὅμιλον· εὖ τελεῖ θεός.σκοποὺς δὲ κἀγὼ καὶ κατοπτῆρας στρατοῦἔπεμψα, τοὺς πέποιθα μὴ ματᾶν ὁδῷ·καὶ τῶνδʼ ἀκούσας οὔ τι μὴ ληφθῶ δόλῳ.Ἐτεόκλεες, φέριστε Καδμείων ἄναξ,ἥκω σαφῆ τἀκεῖθεν ἐκ στρατοῦ φέρων,