ἱερῶν πατρῴων δʼ ὅσιος ὢν μομφῆς ἄτερτέθνηκεν οὗπερ τοῖς νέοις θνῄσκειν καλόν.οὕτω μὲν ἀμφὶ τοῦδʼ ἐπέσταλται λέγειν·τούτου δʼ ἀδελφὸν τόνδε Πολυνείκους νεκρὸνἔξω βαλεῖν ἄθαπτον, ἁρπαγὴν κυσίν,ὡς ὄντʼ ἀναστατῆρα Καδμείων χθονός,εἰ μὴ θεῶν τις ἐμποδὼν ἔστη δορὶτῷ τοῦδʼ·. ἄγος δὲ καὶ θανὼν κεκτήσεταιθεῶν πατρῴων, οὓς ἀτιμάσας ὅδεστράτευμʼ ἐπακτὸν ἐμβαλὼν ᾕρει πόλιν.οὕτω πετηνῶν τόνδʼ ὑπʼ οἰωνῶν δοκεῖταφέντʼ ἀτίμως τοὐπιτίμιον λαβεῖν,καὶ μήθʼ ὁμαρτεῖν τυμβοχόα χειρώματαμήτʼ ὀξυμόλποις προσσέβειν οἰμώγμασιν,ἄτιμον εἶναι δʼ ἐκφορᾶς φίλων ὕπο.τοιαῦτʼ ἔδοξε τῷδε Καδμείων τέλει.ἐγὼ δὲ Καδμείων γε προστάταις λέγω·ἢν μή τις ἄλλος τόνδε συνθάπτειν θέλῃ,ἐγώ σφε θάψω κἀνὰ κίνδυνον βαλῶθάψασʼ ἀδελφὸν τὸν ἐμόν, οὐδʼ αἰσχύνομαιἔχουσʼ ἄπιστον τήνδʼ ἀναρχίαν πόλει.δεινὸν τὸ κοινὸν σπλάγχνον, οὗ πεφύκαμεν,μητρὸς ταλαίνης κἀπὸ δυστήνου πατρός.τοιγὰρ θέλουσʼ ἄκοντι κοινώνει κακῶνψυχή, θανόντι ζῶσα συγγόνῳ φρενί.τούτου δὲ σάρκας οὐδὲ κοιλογάστορεςλύκοι σπάσονται· μὴ δοκησάτω τινί.τάφον γὰρ αὐτῷ καὶ κατασκαφὰς ἐγώ,γυνή περ οὖσα, τῷδε μηχανήσομαι,κόλπῳ φέρουσα βυσσίνου πεπλώματος.καὐτὴ καλύψω, μηδέ τῳ δόξῃ πάλιν·θάρσει, παρέσται μηχανὴ δραστήριος.αὐδῶ πόλιν σε μὴ βιάζεσθαι τάδε.αὐδῶ σὲ μὴ περισσὰ κηρύσσειν ἐμοί.τραχύς γε μέντοι δῆμος ἐκφυγὼν κακά.τράχυνʼ· ἄθαπτος δʼ οὗτος οὐ γενήσεται.ἀλλʼ ὃν πόλις στυγεῖ, σὺ τιμήσεις τάφῳ,;ἤδη τὰ τοῦδε διατετίμηται θεοῖς.οὔ, πρίν γε χώραν τήνδε κινδύνῳ βαλεῖν.παθὼν κακῶς κακοῖσιν ἀντημείβετο.