μέμεικται· κάρτα δʼ εἴσʼ ὅμαιμοι.πικρὸς λυτὴρ νεικέων ὁ πόντιοςξεῖνος ἐκ πυρὸς συθεὶςθακτὸς σίδαρος· πικρὸς δὲ χρημάτωνκακὸς δατητὰς Ἄρης ἀρὰν πατρῴ-αν τιθεὶς ἀλαθῆ.ἔχουσι μοῖραν λαχόντες οἱ μέλεοιδιοδότων ἀχθέων·ὑπὸ δὲ σώματι γᾶςπλοῦτος ἄβυσσος ἔσται.ἰὼ πολλοῖς ἐπανθίσαντεςπόνοισι γενεάν·τελευταῖαι δʼ ἐπηλάλαξανἈραὶ τὸν ὀξὺν νόμον, τετραμμένουπαντρόπῳ φυγᾷ γένους.ἕστακε δʼ Ἄτας τροπαῖον ἐν πύλαις,ἐν αἷς ἐθείνοντο, καὶ δυοῖν κρατή-σας ἔληξε δαίμων.παισθεὶς ἔπαισας.σὺ δʼ ἔθανες κατακτανών.δορὶ δʼ ἔκανες—δορὶ δʼ ἔθανες—μελεοπόνος.μελεοπαθής.ἴτω γόος.ἴτω δάκρυ.πρόκεισαι —κατακτάς.ἠέ.ἠέ.μαίνεται γόοισι φρήν.ἐντὸς δὲ καρδία στένει.ἰὼ ἰὼ πάνδυρτε σύ.σὺ δʼ αὖτε καὶ πανάθλιε.πρὸς φίλου γʼ· ἔφθισο.καὶ φίλον ἔκτανες.διπλᾶ λέγειν—διπλᾶ δʼ ὁρᾶν—ἄχθεα τῶνδε τάδʼ ἐγγύθεν.πέλας ἀδελφέʼ ἀδελφεῶν.