διήκει δὲ καὶ πόλιν στόνος,στένουσι πύργοι,στένει πέδον φίλανδρον· μένεικτέανα δʼ ἐπιγόνοις,διʼ ὧν αἰνομόροις,διʼ ὧν νεῖκος ἔβακαὶ θανάτου τέλος.ἐμοιράσαντο δʼ ὀξυκάρδιοικτήμαθʼ, ὥστʼ ἴσον λαχεῖν.διαλλακτῆρι δʼ οὐκἀμεμφεία φίλοις,οὐδʼ ἐπίχαρις Ἄρης.σιδαρόπλακτοι μὲν ὧδʼ ἔχουσιν,σιδαρόπλακτοι δὲ τοὺς μένουσι,τάχʼ ἄν τις εἴποι, τίνες;τάφων πατρῴων λαχαί.ὅδʼ ἁμῶν μάλʼ ἀχέτας τοὺςπροπέμπει δαϊκτὴρ γόος αὐ-τόστονος, αὐτοπήμων,δαϊόφρων δʼ·, οὐ φιλογαθής, ἐτύμωςδακρυχέων ἐκ φρενός, ἃκλαιομένας μου μινύθειτοῖνδε δυοῖν ἀνάκτοιν.πάρεστι δʼ εἰπεῖν ἐπʼ ἀθλίοισινὡς ἐρξάτην πολλὰ μὲν πολίτας,ξένων τε πάντων στίχαςπολυφθόρους ἐν δαΐ.δυσδαίμων σφιν ἁ τεκοῦσαπρὸ πασᾶν γυναικῶν ὁπόσαιτεκνογόνοι κέκληνται.παῖδα τὸν αὑτᾶς πόσιν αὑτᾷ θεμένατούσδʼ ἔτεχʼ, οἱ δʼ ὧδʼ ἐτελεύ-τασαν ὑπʼ ἀλλαλοφόνοιςχερσὶν ὁμοσπόροισιν.ὁμόσποροι δῆτα καὶ πανώλεθροι,διατομαῖς οὐ φίλοις,ἔριδι μαινομένᾳ,νείκεος ἐν τελευτᾷ.πέπαυται δʼ ἔχθος, ἐν δὲ γαίᾳζόα φονορύτῳ