πίτυλον, ὃς αἰὲν διʼ Ἀχέροντʼ ἀμείβεταιτὰν ἄστολον μελάγκροκον ναύστολον θεωρίδα,τὰν ἀστιβῆ Ἀπόλλωνι, τὰν ἀνάλιονπάνδοκον εἰς ἀφανῆ τε χέρσον.ἀλλὰ γὰρ ἥκουσʼ αἵδʼ ἐπὶ πρᾶγοςπικρὸν Ἀντιγόνη τʼ ἠδʼ Ἰσμήνη,θρῆνον ἀδελφοῖν· οὐκ ἀμφιβόλωςοἶμαί σφʼ ἐρατῶν ἐκ βαθυκόλπωνστηθέων ἥσειν ἄλγος ἐπάξιον.ἡμᾶς δὲ δίκη πρότερον φήμηςτὸν δυσκέλαδόν θʼ ὕμνον Ἐρινύοςἰαχεῖν Ἀίδα τʼἐχθρὸν παιᾶνʼ ἐπιμέλπειν.ἰώ, δυσαδελφόταται πασῶν ὁπόσαιστρόφον ἐσθῆσιν περιβάλλονται,κλαίω, στένομαι, καὶ δόλος οὐδεὶςμὴ ʼκ φρενὸς ὀρθῶς με λιγαίνειν.ἰὼ ἰὼ δύσφρονες,φίλων ἄπιστοι καὶ κακῶν ἀτρύμονες,δόμους πατρῴους ἑλόν-τες μέλεοι σὺν αἰχμᾷ.μέλεοι δῆθʼ οἳ μελέους θανάτουςεὕροντο δόμων ἐπὶ λύμῃ.ἰὼ ἰὼ δωμάτωνἐρειψίτοιχοι καὶ πικρὰς μοναρχίαςἰδόντες, ἤδη διήλ-λαχθε σὺν σιδάρῳ.κάρτα δʼ ἀληθῆ πατρὸς Οἰδιπόδαπότνιʼ Ἐρινὺς ἐπέκρανεν.διʼ εὐωνύμων τετυμμένοι,τετυμμένοι δῆθʼ,ὁμοσπλάγχνων τε πλευρωμάτωναἰαῖ δαιμόνιοι,αἰαῖ δʼ ἀντιφόνωνθανάτων ἀραί.διανταίαν λέγεις πλαγὰν δόμοισι καὶσώμασιν πεπλαγμένους, ἐννέπωἀναυδάτῳ μένειἀραίῳ τʼ ἐκ πατρὸςοὐ διχόφρονι πότμῳ.