δισσὼ στρατηγώ, διέλαχον σφυρηλάτῳΣκύθῃ σιδήρῳ κτημάτων παμπησίαν.ἕξουσι δʼ ἣν λάβωσιν ἐν ταφῇ χθονός,πατρὸς κατʼ εὐχὰς δυσπότμως φορούμενοι.πόλις σέσωσται· βασιλέοιν δʼ ὁμοσπόροινπέπωκεν αἷμά γαῖʼ ὑπʼ ἀλλήλων φόνῳ.ὦ μεγάλε Ζεῦ καὶ πολιοῦχοιδαίμονες, οἳ δὴ Κάδμου πύργουςτούσδε ῥύεσθε,πότερον χαίρω κἀπολολύξωπόλεως ἀσινεῖ σωτῆρι . .,ἢ τοὺς μογεροὺς καὶ δυσδαίμοναςἀτέκνους κλαύσω πολεμάρχους;οἳ δῆτʼ ὀρθῶς κατʼ ἐπωνυμίανκαὶ πολυνεικεῖςὤλοντʼ ἀσεβεῖ διανοίᾳ.ὦ μέλαινα καὶ τελείαγένεος Οἰδίπου τʼ ἀρά,κακόν με καρδίαν τι περιπίτνει κρύος.ἔτευξα τύμβῳ μέλοςΘυιὰς αἱματοσταγεῖςνεκροὺς κλύουσα δυσμόρωςθανόντας· ἦ δύσορνις ἅ-δε ξυναυλία δορός.ἐξέπραξεν, οὐδʼ ἀπεῖπενπατρόθεν εὐκταία φάτις·βουλαὶ δʼ ἄπιστοι Λαΐου διήρκεσαν.μέριμνα δʼ ἀμφὶ πτόλιν·θέσφατʼ οὐκ ἀμβλύνεται.ἰὼ πολύστονοι, τόδʼ ἠρ-γάσασθʼ ἄπιστον· ἦλθε δʼ αἰ-ακτὰ πήματʼ οὐ λόγῳ.τάδʼ αὐτόδηλα, προῦπτος ἀγγέλου λόγος·διπλαῖ μέριμναι, διδυμάνορακάκʼ αὐτοφόνα, δίμοιρα τέ-λεια τάδε πάθη. τί φῶ;τί δʼ ἄλλο γʼ ἢ πόνοι πόνωνδόμων ἐφέστιοι;ἀλλὰ γόων, ὦ φίλαι, κατʼ οὖρονἐρέσσετʼ ἀμφὶ κρατὶ πόμπιμον χεροῖν