τὰν ἁρπαξάνδρανκῆρʼ ἀφελόντα χώρας;ἐπεὶ δʼ ἀρτίφρωνἐγένετο μέλεος ἀθλίωνγάμων, ἐπʼ ἄλγει δυσφορῶνμαινομένᾳ κραδίᾳδίδυμα κάκʼ ἐτέλεσεν·πατροφόνῳ χερὶ τῶνκρεισσοτέκνων ὀμμάτων ἐπλάγχθη·τέκνοις δʼ ἀγρίαςἐφῆκεν ἐπικότους τροφᾶς,αἰαῖ, πικρογλώσσους ἀράς,καί σφε σιδαρονόμῳδιὰ χερί ποτε λαχεῖνκτήματα· νῦν δὲ τρέωμὴ τελέσῃ καμψίπους Ἐρινύς.θαρσεῖτε, παῖδες μητέρων τεθραμμέναι.πόλις πέφευγεν ἥδε δούλιον ζυγόν·πέπτωκεν ἀνδρῶν ὀβρίμων κομπάσματα·πόλις δʼ ἐν εὐδίᾳ τε καὶ κλυδωνίουπολλαῖσι πληγαῖς ἄντλον οὐκ ἐδέξατο.στέγει δὲ πύργος, καὶ πύλας φερεγγύοιςἐφραξάμεσθα μονομάχοισι προστάταις·καλῶς ἔχει τὰ πλεῖστʼ, ἐν ἓξ πυλώμασι·τὰς δʼ ἑβδόμας ὁ σεμνὸς ἑβδομαγέτηςἄναξ Ἀπόλλων εἵλετʼ, Οἰδίπου γένεικραίνων παλαιὰς Λαΐου δυσβουλίας.τί δʼ ἔστι πρᾶγμα νεόκοτον πόλει πλέον;πόλις σέσωσται· βασιλέες δʼ ὁμόσποροι—τίνες; τί δʼ εἶπας; παραφρονῶ φόβῳ λόγου.φρονοῦσα νῦν ἄκουσον· Οἰδίπου τόκοι —οἲ ʼγὼ τάλαινα, μάντις εἰμὶ τῶν κακῶν.οὐδʼ ἀμφιλέκτως μὴν κατεσποδημένοι—ἐκεῖθι κεῖσθον ; βαρέα δʼ οὖν ὅμως φράσον.ἅνδρες τεθνᾶσιν ἐκ χερῶν αὐτοκτόνων.οὕτως ἀδελφαῖς χερσὶν ἠναίρονθʼ ἅμα ;οὕτως ὁ δαίμων κοινὸς ἦν ἀμφοῖν ἄγαν.αὐτὸς δʼ ἀναλοῖ δῆτα δύσποτμον γένος.τοιαῦτα χαίρειν καὶ δακρύεσθαι πάρα·πόλιν μὲν εὖ πράσσουσαν, οἱ δʼ ἐπιστάται,