αἰθερία κόνις με πείθει φανεῖσʼ,ἄναυδος σαφὴς ἔτυμος ἄγγελος.ἔτι δὲ γᾶς ἐμᾶς πεδίʼ ὁπλόκτυπʼ ὠ-τὶ χρίμπτει βοάν· ποτᾶται, βρέμει δʼἀμαχέτου δίκαν ὕδατος ὀροτύπου.ἰὼ ἰὼἰὼ θεοὶ θεαί τʼ ὀρόμενον κακὸνβοᾷ τειχέων ὕπερ ἀλεύσατε.ὁ λεύκασπις ὄρνυται λαὸς εὐ-τρεπὴς ἐπὶ πόλιν διώκων πόδα.τίς ἄρα ῥύσεται, τίς ἄρʼ ἐπαρκέσειθεῶν ἢ θεᾶν;πότερα δῆτʼ ἐγὼ πάτρια ποτιπέσωβρέτη δαιμόνων;ἰὼ μάκαρες εὔεδροι,ἀκμάζει βρετέων ἔχεσθαι· τί μέλ-λομεν ἀγάστονοι;ἀκούετʼ ἢ οὐκ ἀκούετʼ ἀσπίδων κτύπον;πέπλων καὶ στεφέων πότʼ εἰ μὴ νῦν ἀμ-φὶ λιτάνʼ ἕξομεν;κτύπον δέδορκα· πάταγος οὐχ ἑνὸς δορός.τί ῥέξεις; προδώσεις, παλαίχθωνἌρης, τὰν τεάν;ἰὼ χρυσοπήληξ δαῖμον ἔπιδʼ ἔπι-δε πόλιν ἅν ποτʼ εὐφιλήταν ἔθου.θεοὶ πολιάοχοι πάντες ἴτε χθονὸς·ἴδετε παρθένωνἱκέσιον λόχον δουλοσύνας ὕπερ.κῦμα γὰρ περὶ πτόλιν δοχμολόφων ἀνδρῶνκαχλάζει πνοαῖς Ἄρεος ὀρόμενον.ἀλλʼ, ὦ Ζεῦ πάτερ παντελές,πάντως ἄρηξον δαΐων ἅλωσιν.Ἀργέιοι δὲ πόλισμα Κάδμουκυκλοῦνται· φόβος δʼ ἀρῄων ὅπλωνδονεῖ, διὰ δέ τοι γενύων ἱππίωνκινύρονται φόνον χαλινοί.ἑπτὰ δʼ ἀγάνορες πρέποντες στρατοῦδορυσσοῖς σαγαῖς πύλαις ἑβδόμαιςπροσίστανται πάλῳ λαχόντες.σύ τʼ, ὦ Διογενὲς φιλόμαχον κράτος,