ῥυσίπολις γενοῦ,Παλλάς, ὅ θʼ ἵππιος ποντομέδων ἄναξἰχθυβόλῳ Ποσειδάων μαχανᾷ,ἐπίλυσιν φόβων, ἐπίλυσιν δίδου.σύ τʼ, Ἄρης, φεῦ, φεῦ, πόλιν ἐπώνυμονΚάδμου φύλαξον κήδεσαί τʼ ἐναργῶς.καὶ Κύπρις, ἅτʼ εἶ γένους προμάτωρ,ἄλευσον· σέθεν γὰρ ἐξ αἵματοςγεγόναμεν· λιταῖσί σε θεοκλύτοιςἀυτοῦσαι πελαζόμεσθα.καὶ σύ, Λύκειʼ ἄναξ, Λύκειος γενοῦστρατῷ δαΐῳ στόνων ἀντίτας.σύ τʼ, ὦ Λατογένει-α κούρα, τόξον εὐτυκάζου Ἄρτεμι φίλα.ἒ ἒ ἒ ἔ,ὄτοβον ἁρμάτων ἀμφὶ πόλιν κλύω·ὦ πότνιʼ Ἥρα.ἔλακον ἀξόνων βριθομένων χνόαι.Ἄρτεμι φίλα, ἒ ἒ ἒ ἔ,δοριτίνακτος αἰθὴρ δʼ ἐπιμαίνεται.τί πόλις ἄμμι πάσχει, τί γενήσεται;ποῖ δʼ ἔτι τέλος ἐπάγει θεός;ἒ ἒ ἒ ἔ,ἀκροβόλων δʼ ἐπάλξεων λιθὰς ἔρχεται·ὦ φίλʼ Ἄπολλον·κόναβος ἐν πύλαις χαλκοδέτων σακέων,παῖ Διός, ὅθενπολεμόκραντον ἁγνὸν τέλος ἐν μάχᾳ.σύ τε, μάκαιρʼ ἄνασσʼ Ὄγκα, πρὸ πόλεωςἑπτάπυλον ἕδος ἐπιρρύου.ἰὼ παναρκεῖς θεοί,ἰὼ τέλειοι τέλειαί τε γᾶςτᾶσδε πυργοφύλακες,πόλιν δορίπονον μὴ προδῶθʼἑτεροφώνῳ στρατῷ.κλύετε παρθένων κλύετε πανδίκωςχειροτόνους λιτάς.ἰὼ φίλοι δαίμονες,λυτήριοί τʼ ἀμφιβάντες πόλιν,δείξαθʼ ὡς φιλοπόλεις,