αὐτὸς κατόπτης δʼ εἴμʼ ἐγὼ τῶν πραγμάτων·ἄνδρες γὰρ ἑπτά, θούριοι λοχαγέται,ταυροσφαγοῦντες ἐς μελάνδετον σάκοςκαὶ θιγγάνοντες χερσὶ ταυρείου φόνου,Ἄρη τʼ, Ἐνυώ, καὶ φιλαίματον Φόβονὡρκωμότησαν ἢ πόλει κατασκαφὰςθέντες λαπάξειν ἄστυ Καδμείων βίᾳ,ἢ γῆν θανόντες τήνδε φυράσειν φόνῳ·μνημεῖά θʼ αὑτῶν τοῖς τεκοῦσιν ἐς δόμουςπρὸς ἅρμʼ Ἀδράστου χερσὶν ἔστεφον, δάκρυλείβοντες· οἶκτος δʼ οὔτις ἦν διὰ στόμα.σιδηρόφρων γὰρ θυμὸς ἀνδρείᾳ φλέγωνἔπνει, λεόντων ὡς Ἄρη δεδορκότων.καὶ τῶνδε πύστις οὐκ ὄκνῳ χρονίζεται·κληρουμένους δʼ ἔλειπον, ὡς πάλῳ λαχὼνἕκαστος αὐτῶν πρὸς πύλας ἄγοι λόχον.πρὸς ταῦτʼ ἀρίστους ἄνδρας ἐκκρίτους πόλεωςπυλῶν ἐπʼ ἐξόδοισι τάγευσαι τάχος·ἐγγὺς γὰρ ἤδη πάνοπλος Ἀργείων στρατὸςχωρεῖ, κονίει, πεδία δʼ ἀργηστὴς ἀφρὸςχραίνει σταλαγμοῖς ἱππικῶν ἐκ πλευμόνων.σὺ δʼ ὥστε ναὸς κεδνὸς οἰακοστρόφοςφράξαι πόλισμα, πρὶν καταιγίσαι πνοὰςἌρεως· βοᾷ γὰρ κῦμα χερσαῖον στρατοῦ·καὶ τῶνδε καιρὸν ὅστις ὤκιστος λαβέ·κἀγὼ τὰ λοιπὰ πιστὸν ἡμεροσκόπονὀφθαλμὸν ἕξω, καὶ σαφηνείᾳ λόγουεἰδὼς τὰ τῶν θύραθεν ἀβλαβὴς ἔσῃ.ὦ Ζεῦ τε καὶ Γῆ καὶ πολισσοῦχοι θεοί,Ἀρά τʼ Ἐρινὺς πατρὸς ἡ μεγασθενής,μή μοι πόλιν γε πρυμνόθεν πανώλεθρονἐκθαμνίσητε δῃάλωτον, Ἑλλάδοςφθόγγον χέουσαν, καὶ δόμους ἐφεστίους·ἐλευθέραν δὲ γῆν τε καὶ Κάδμου πόλινζυγοῖσι δουλίοισι μήποτε σχεθεῖν·γένεσθε δʼ ἀλκή· ξυνὰ δʼ ἐλπίζω λέγειν·πόλις γὰρ εὖ πράσσουσα δαίμονας τίει.θρέομαι φοβερὰ μεγάλʼ ἄχη·μεθεῖται στρατός· στρατόπεδον λιπὼνῥεῖ πολὺς ὅδε λεὼς πρόδρομος ἱππότας·