καὶ γαΐα κόνις πίῃμελαμπαγὲς αἷμα φοίνιον,τίς ἂν καθαρμοὺς πόροι,τίς ἄν σφε λούσειεν; ὦπόνοι δόμων νέοι παλαι-οῖσι συμμιγεῖς κακοῖς.παλαιγενῆ γὰρ λέγωπαρβασίαν ὠκύποινον·αἰῶνα δʼ ἐς τρίτον μένει·Ἀπόλλωνος εὖτε Λάιοςβίᾳ, τρὶς εἰπόντος ἐνμεσομφάλοις Πυθικοῖςχρηστηρίοις θνᾴσκοντα γέν-νας ἄτερ σῴζειν πόλιν,κρατηθεὶς δʼ ἐκ φίλων ἀβουλιᾶνἐγείνατο μὲν μόρον αὑτῷ,πατροκτόνον Οἰδιπόδαν,ὅστε ματρὸς ἁγνὰνσπείρας ἄρουραν, ἵνʼ ἐτράφη,ῥίζαν αἱματόεσσανἔτλα· παράνοια συνᾶγενυμφίους φρενώλεις.κακῶν δʼ ὥσπερ θάλασσα κῦμʼ ἄγει·τὸ μὲν πίτνον, ἄλλο δʼ ἀείρειτρίχαλον, ὃ καὶ περὶ πρύμ-ναν πόλεως καχλάζει.μεταξὺ δʼ ἀλκὰ διʼ ὀλίγουτείνει, πύργος ἐν εὔρει.δέδοικα δὲ σὺν βασιλεῦσιμὴ πόλις δαμασθῇ.τελειᾶν γὰρ παλαιφάτων ἀρᾶνβαρεῖαι καταλλαγαί· τὰ δʼ ὀλοὰπελόμενʼ οὐ παρέρχεται.πρόπρυμνα δʼ ἐκβολὰν φέρειἀνδρῶν ἀλφηστᾶνὄλβος ἄγαν παχυνθείς.τίνʼ ἀνδρῶν γὰρ τοσόνδʼ ἐθαύμασανθεοὶ καὶ ξυνέστιοι πόλεος ὁπολύβατός τʼ ἀγὼν βροτῶν,ὅσον τότʼ Οἰδίπουν τίον,