ξηροῖς ἀκλαύτοις ὄμμασιν προσιζάνει,λέγουσα κέρδος πρότερον ὑστέρου μόρου.ἀλλὰ σὺ μὴ ʼποτρύνου· κακὸς οὐ κεκλή-σῃ βίον εὖ κυρήσας· μελάναιγις δʼ· οὐκεἶσι δόμων Ἐρινύς, ὅταν ἐκ χερῶνθεοὶ θυσίαν δέχωνται;θεοῖς μὲν ἤδη πως παρημελήμεθα,χάρις δʼ ἀφʼ ἡμῶν ὀλομένων θαυμάζεται·τί οὖν ἔτʼ ἂν σαίνοιμεν ὀλέθριον μόρον;νῦν ὅτε σοι παρέστακεν· ἐπεὶ δαίμωνλήματος ἐν τροπαίᾳ χρονίᾳ μεταλ-λακτὸς ἴσως ἂν ἔλθοι θελεμωτέρῳπνεύματι· νῦν δʼ ἔτι ζεῖ.ἐξέζεσεν γὰρ Οἰδίπου κατεύγματα·ἄγαν δʼ ἀληθεῖς ἐνυπνίων φαντασμάτωνὄψεις, πατρῴων χρημάτων δατήριοι.πιθοῦ γυναιξί, καίπερ οὐ στέργων ὅμως.λέγοιτʼ ἂν ὧν ἄνη τις· οὐδὲ χρὴ μακράν.μὴ ʼλθῃς ὁδοὺς σὺ τάσδʼ ἐφʼ ἑβδόμαις πύλαις.τεθηγμένον τοί μʼ οὐκ ἀπαμβλυνεῖς λόγῳ.νίκην γε μέντοι καὶ κακὴν τιμᾷ θεός.οὐκ ἄνδρʼ ὁπλίτην τοῦτο χρὴ στέργειν ἔπος.ἀλλʼ αὐτάδελφον αἷμα δρέψασθαι θέλεις;θεῶν διδόντων οὐκ ἂν ἐκφύγοις κακά.πέφρικα τὰν ὠλεσίοικονθεόν, οὐ θεοῖς ὁμοίαν,παναλαθῆ κακόμαντινπατρὸς εὐκταίαν Ἐρινὺντελέσαι τὰς περιθύμουςκατάρας Οἰδιπόδα βλαψίφρονος·παιδολέτωρ δʼ ἔρις ἅδʼ ὀτρύνει.ξένος δὲ κλήρους ἐπινωμᾷ,Χάλυβος Σκυθᾶν ἄποικος,κτεάνων χρηματοδαίταςπικρός, ὠμόφρων σίδαρος,χθόνα ναίειν διαπήλας,ὁπόσαν καὶ φθιμένοισιν κατέχειν,τῶν μεγάλων πεδίων ἀμοίρους.ἐπεὶ δʼ ἂν αὐτοκτόνωςαὐτοδάικτοι θάνωσι,