ἀλλʼ οὔτε κλαίειν οὔτʼ ὀδύρεσθαι πρέπει,μὴ καὶ τεκνωθῇ δυσφορώτερος γόος.ἐπωνύμῳ δὲ κάρτα, Πολυνείκει λέγω,τάχʼ εἰσόμεσθα τοὐπίσημʼ ὅποι τελεῖ,εἴ νιν κατάξει χρυσότευκτα γράμματαἐπʼ ἀσπίδος φλύοντα σὺν φοίτῳ φρενῶν.εἰ δʼ ἡ Διὸς παῖς παρθένος Δίκη παρῆνἔργοις ἐκείνου καὶ φρεσίν, τάχʼ ἂν τόδʼ ἦν·ἀλλʼ οὔτε νιν φυγόντα μητρόθεν σκότον,οὔτʼ ἐν τροφαῖσιν, οὔτʼ ἐφηβήσαντά πω,οὔτʼ ἐν γενείου ξυλλογῇ τριχώματος,Δίκη προσεῖδε καὶ κατηξιώσατο·οὐδʼ ἐν πατρῴας μὴν χθονὸς κακουχίᾳοἶμαί νιν αὐτῷ νῦν παραστατεῖν πέλας.ἦ δῆτʼ ἂν εἴη πανδίκως ψευδώνυμοςΔίκη, ξυνοῦσα φωτὶ παντόλμῳ φρένας.τούτοις πεποιθὼς εἶμι καὶ ξυστήσομαιαὐτός· τίς ἄλλος μᾶλλον ἐνδικώτερος;ἄρχοντί τʼ ἄρχων καὶ κασιγνήτῳ κάσις,ἐχθρὸς σὺν ἐχθρῷ στήσομαι. φέρʼ ὡς τάχοςκνημῖδας, αἰχμῆς καὶ πέτρων προβλήματα.μή, φίλτατʼ ἀνδρῶν, Οἰδίπου τέκος, γένῃὀργὴν ὁμοῖος τῷ κάκιστʼ αὐδωμένῳ·ἀλλʼ ἄνδρας Ἀργείοισι Καδμείους ἅλιςἐς χεῖρας ἐλθεῖν· αἷμα γὰρ καθάρσιον.ἀνδροῖν δʼ ὁμαίμοιν θάνατος ὧδʼ αὐτοκτόνος,οὐκ ἔστι γῆρας τοῦδε τοῦ μιάσματος.εἴπερ κακὸν φέροι τις, αἰσχύνης ἄτερἔστω· μόνον γὰρ κέρδος ἐν τεθνηκόσι·κακῶν δὲ κᾀσχρῶν οὔτινʼ εὐκλείαν ἐρεῖς.τί μέμονας, τέκνον; μή τί σε θυμοπλη-θὴς δορίμαργος ἄτα φερέτω· κακοῦ δʼἔκβαλʼ ἔρωτος ἀρχάν.ἐπεὶ τὸ πρᾶγμα κάρτʼ ἐπισπέρχει θεός,ἴτω κατʼ οὖρον κῦμα Κωκυτοῦ λαχὸνΦοίβῳ στυγηθὲν πᾶν τὸ Λαΐου γένος.ὠμοδακής σʼ ἄγαν ἵμερος ἐξοτρύ-νει πικρόκαρπον ἀνδροκτασίαν τελεῖναἵματος οὐ θεμιστοῦ.φίλου γὰρ ἐχθρά μοι πατρὸς τάλαινʼ ἀρὰ