οὐχ ὡς ἄθυμος οὐδὲ λήματος κάκῇ,ἀλλʼ οἶδεν ὥς σφε χρὴ τελευτῆσαι μάχῃ,εἰ καρπὸς ἔσται θεσφάτοισι Λοξίου·φιλεῖ δὲ σιγᾶν ἢ λέγειν τὰ καίρια.ὅμως δʼ ἐπʼ αὐτῷ φῶτα, Λασθένους βίαν,ἐχθρόξενον πυλωρὸν ἀντιτάξομεν,γέροντα τὸν νοῦν, σάρκα δʼ ἡβῶσαν φύει,ποδῶκες ὄμμα, χεῖρα δʼ οὐ βραδύνεταιπαρʼ ἀσπίδος γυμνωθὲν ἁρπάσαι δόρυ.θεοῦ δὲ δῶρόν ἐστιν εὐτυχεῖν βροτούς.κλύοντες θεοὶ δικαίας λιτὰςἁμετέρας τελεῖθʼ, ὡς πόλις εὐτυχῇ,δορίπονα κάκʼ ἐκτρέποντες ἐς γᾶςἐπιμόλους· πύργων δʼ ἔκτοθενβαλὼν Ζεύς σφε κάνοι κεραυνῷ.τὸν ἕβδομον δὴ τόνδʼ ἐφʼ ἑβδόμαις πύλαιςλέξω, τὸν αὐτοῦ σοῦ κασίγνητον, πόλειοἵας ἀρᾶται καὶ κατεύχεται τύχας·πύργοις ἐπεμβὰς κἀπικηρυχθεὶς χθονί,ἁλώσιμον παιᾶνʼ ἐπεξιακχάσας,σοὶ ξυμφέρεσθαι καὶ κτανὼν θανεῖν πέλας,ἢ ζῶντʼ ἀτιμαστῆρα τὼς ἀνδρηλάτηνφυγῇ τὸν αὐτὸν τόνδε τείσασθαι τρόπον.τοιαῦτʼ ἀυτεῖ καὶ θεοὺς γενεθλίουςκαλεῖ πατρῴας γῆς ἐποπτῆρας λιτῶντῶν ὧν γενέσθαι πάγχυ Πολυνείκους βία.ἔχει δὲ καινοπηγὲς εὔκυκλον σάκοςδιπλοῦν τε σῆμα προσμεμηχανημένον.χρυσήλατον γὰρ ἄνδρα τευχηστὴν ἰδεῖνἄγει γυνή τις σωφρόνως ἡγουμένη.Δίκη δʼ ἄρʼ εἶναί φησιν, ὡς τὰ γράμματαλέγει κατάξω δʼ ἄνδρα τόνδε καὶ πόλινἕξει πατρῴων δωμάτων τʼ ἐπιστροφάς.τοιαῦτʼ ἐκείνων ἐστὶ τἀξευρήματα.σὺ δʼ αὐτὸς ἤδη γνῶθι τίνα πέμπειν δοκεῖ·ὡς οὔποτʼ ἀνδρὶ τῷδε κηρυκευμάτωνμέμψῃ, σὺ δʼ αὐτὸς γνῶθι ναυκληρεῖν πόλιν.ὦ θεομανές τε καὶ θεῶν μέγα στύγος,ὦ πανδάκρυτον ἁμὸν Οἰδίπου γένος·ὤμοι, πατρὸς δὴ νῦν ἀραὶ τελεσφόροι.