καὶ τὸν σὸν αὖθις προσθροῶν ὁμόσπορον,ἐξυπτιάζων ὄμμα, Πολυνείκους βίαν,δίς τʼ ἐν τελευτῇ τοὔνομʼ ἐνδατούμενος,καλεῖ. λέγει δὲ τοῦτʼ ἔπος διὰ στόμα·ἦ τοῖον ἔργον καὶ θεοῖσι προσφιλές,καλόν τʼ ἀκοῦσαι καὶ λέγειν μεθυστέροις,πόλιν πατρῴαν καὶ θεοὺς τοὺς ἐγγενεῖςπορθεῖν, στράτευμʼ ἐπακτὸν ἐμβεβληκότα;μητρός τε πηγὴν τίς κατασβέσει δίκη;πατρίς τε γαῖα σῆς ὑπὸ σπουδῆς δορὶἁλοῦσα πῶς σοι ξύμμαχος γενήσεται;ἔγωγε μὲν δὴ τήνδε πιανῶ χθόνα,μάντις κεκευθὼς πολεμίας ὑπὸ χθονός.μαχώμεθʼ, οὐκ ἄτιμον ἐλπίζω μόρον.τοιαῦθʼ ὁ μάντις ἀσπίδʼ εὐκήλως ἔχωνπάγχαλκον ηὔδα· σῆμα δʼ οὐκ ἐπῆν κύκλῳ.οὐ γὰρ δοκεῖν ἄριστος, ἀλλʼ εἶναι θέλει,βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος,ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα.τούτῳ σοφούς τε κἀγαθοὺς ἀντηρέταςπέμπειν ἐπαινῶ. δεινὸς ὃς θεοὺς σέβει.φεῦ τοῦ ξυναλλάσσοντος ὄρνιθος βροτοῖςδίκαιον ἄνδρα τοῖσι δυσσεβεστέροις.ἐν παντὶ πράγει δʼ ἔσθʼ ὁμιλίας κακῆςκάκιον οὐδέν, καρπὸς οὐ κομιστέος·ἄτης ἄρουρα θάνατον ἐκκαρπίζεται.ἢ γὰρ ξυνεισβὰς πλοῖον εὐσεβὴς ἀνὴρναύταισι θερμοῖς καὶ πανουργίᾳ τινὶὄλωλεν ἀνδρῶν σὺν θεοπτύστῳ γένει,ἢ ξὺν πολίταις ἀνδράσιν δίκαιος ὢνἐχθροξένοις τε καὶ θεῶν ἀμνήμοσιν,ταὐτοῦ κυρήσας ἐκδίκως ἀγρεύματος,πληγεὶς θεοῦ μάστιγι παγκοίνῳ ʼδάμη.οὕτως δʼ ὁ μάντις, υἱὸν Οἰκλέους λέγω,σώφρων δίκαιος ἀγαθὸς εὐσεβὴς ἀνήρ,μέγας προφήτης, ἀνοσίοισι συμμιγεὶςθρασυστόμοισιν ἀνδράσιν βίᾳ φρενῶν,τείνουσι πομπὴν τὴν μακρὰν πάλιν μολεῖν,Διὸς θέλοντος ξυγκαθελκυσθήσεται.δοκῶ μὲν οὖν σφε μηδὲ προσβαλεῖν πύλαις