ὁ δʼ ὠμόν, οὔτι παρθένων ἐπώνυμον,φρόνημα, γοργὸν δʼ ὄμμʼ ἔχων, προσίσταται.οὐ μὴν ἀκόμπαστός γʼ ἐφίσταται πύλαις·τὸ γὰρ πόλεως ὄνειδος ἐν χαλκηλάτῳσάκει, κυκλωτῷ σώματος προβλήματι,Σφίγγʼ ὠμόσιτον προσμεμηχανημένηνγόμφοις ἐνώμα, λαμπρὸν ἔκκρουστον δέμας,φέρει δʼ ὑφʼ αὑτῇ φῶτα Καδμείων ἕνα,ὡς πλεῖστʼ ἐπʼ ἀνδρὶ τῷδʼ ἰάπτεσθαι βέλη.ἐλθὼν δʼ ἔοικεν οὐ καπηλεύσειν μάχην,μακρᾶς κελεύθου δʼ οὐ καταισχυνεῖν πόρον,Παρθενοπαῖος Ἀρκάς· ὁ δὲ τοιόσδʼ ἀνὴρμέτοικος, Ἄργει δʼ ἐκτίνων καλὰς τροφάς,πύργοις ἀπειλεῖ τοῖσδʼ ἃ μὴ κραίνοι θεός.εἰ γὰρ τύχοιεν ὧν φρονοῦσι πρὸς θεῶν,αὐτοῖς ἐκείνοις ἀνοσίοις κομπάσμασιν·ἦ τἂν πανώλεις παγκάκως τʼ ὀλοίατο.ἔστιν δὲ καὶ τῷδʼ, ὃν λέγεις τὸν Ἀρκάδα,ἀνὴρ ἄκομπος, χεὶρ δʼ ὁρᾷ τὸ δράσιμον,Ἄκτωρ ἀδελφὸς τοῦ πάρος λελεγμένου·ὃς οὐκ ἐάσει γλῶσσαν ἐργμάτων ἄτερἔσω πυλῶν ῥέουσαν ἀλδαίνειν κακά,οὐδʼ εἰσαμεῖψαι θηρὸς ἐχθίστου δάκουςεἰκὼ φέροντα πολεμίας ἐπʼ ἀσπίδος·ἣ ʼξωθεν εἴσω τῷ φέροντι μέμψεται,πυκνοῦ κροτησμοῦ τυγχάνουσʼ ὑπὸ πτόλιν.θεῶν θελόντων τἂν ἀληθεύσαιμʼ ἐγώ.ἱκνεῖται λόγος διὰ στηθέων,τριχὸς δʼ ὀρθίας πλόκαμος ἵσταται,μεγάλα μεγαληγόρων κλυούσᾳἀνοσίων ἀνδρῶν. εἴθε γὰρθεοὶ τοῦδʼ ὀλέσειαν ἐν γᾷ.ἕκτον λέγοιμʼ ἂν ἄνδρα σωφρονέστατον,ἀλκήν τʼ ἄριστον μάντιν, Ἀμφιάρεω βίαν·Ὁμολωίσιν δὲ πρὸς πύλαις τεταγμένοςκακοῖσι βάζει πολλὰ Τυδέως βίαν·τὸν ἀνδροφόντην, τὸν πόλεως ταράκτορα,μέγιστον Ἄργει τῶν κακῶν διδάσκαλον,Ἐρινύος κλητῆρα, πρόσπολον φόνου,κακῶν τʼ Ἀδράστῳ τῶνδε βουλευτήριον.