προσηδάφισται κοιλογάστορος κύκλου.αὐτὸς δʼ ἐπηλάλαξεν, ἔνθεος δʼ Ἄρειβακχᾷ πρὸς ἀλκὴν Θυιὰς ὣς φόβον βλέπων.τοιοῦδε φωτὸς πεῖραν εὖ φυλακτέον·Φόβος γὰρ ἤδη πρὸς πύλαις κομπάζεται.πρῶτον μὲν Ὄγκα Παλλάς, ἥτʼ ἀγχίπτολις,πύλαισι γείτων, ἀνδρὸς ἐχθαίρουσʼ ὕβριν,εἴρξει νεοσσῶν ὣς δράκοντα δύσχιμον·Ὑπέρβιος δέ, κεδνὸς Οἴνοπος τόκος,ἀνὴρ κατʼ ἄνδρα τοῦτον ᾑρέθη, θέλωνἐξιστορῆσαι μοῖραν ἐν χρείᾳ τύχης,οὔτʼ εἶδος οὔτε θυμὸν οὐδʼ ὅπλων σχέσινμωμητός, Ἑρμῆς δʼ εὐλόγως ξυνήγαγεν.ἐχθρὸς γὰρ ἁνὴρ ἀνδρὶ τῷ ξυστήσεται,ξυνοίσετον δὲ πολεμίους ἐπʼ ἀσπίδωνθεούς· ὁ μὲν γὰρ πύρπνοον Τυφῶνʼ ἔχει,Ὑπερβίῳ δὲ Ζεὺς πατὴρ ἐπʼ ἀσπίδοςσταδαῖος ἧσται, διὰ χερὸς βέλος φλέγων·κοὔπω τις εἶδε Ζῆνά που νικώμενον.τοιάδε μέντοι προσφίλεια δαιμόνων·πρὸς τῶν κρατούντων δʼ ἐσμέν, οἱ δʼ ἡσσωμένων,εἰ Ζεύς γε Τυφῶ καρτερώτερος μάχῃ·εἰκὸς δὲ πράξειν ἄνδρας ὧδʼ ἀντιστάτας,Ὑπερβίῳ τε πρὸς λόγον τοῦ σήματοςσωτὴρ γένοιτʼ ἂν Ζεὺς ἐπʼ ἀσπίδος τυχών.πέποιθα δὴ τὸν Διὸς ἀντίτυπον ἔχοντʼἄφιλον ἐν σάκει τοῦ χθονίου δέμαςδαίμονος, ἐχθρὸν εἴκασμα βροτοῖς τε καὶδαροβίοισι θεοῖσιν,πρόσθε πυλᾶν κεφαλὰν ἰάψειν.οὕτως γένοιτο. τὸν δὲ πέμπτον αὖ λέγω,πέμπταισι προσταχθέντα Βορραίαις πύλαις,τύμβον κατʼ αὐτὸν Διογενοῦς Ἀμφίονος·ὄμνυσι δʼ αἰχμὴν ἣν ἔχει μᾶλλον θεοῦσέβειν πεποιθὼς ὀμμάτων θʼ ὑπέρτερον,ἦ μὴν λαπάξειν ἄστυ Καδμείων βίᾳΔιός· τόδʼ αὐδᾷ μητρὸς ἐξ ὀρεσκόουβλάστημα καλλίπρῳρον, ἀνδρόπαις ἀνήρ·στείχει δʼ ἴουλος ἄρτι διὰ παρηίδων,ὥρας φυούσης, ταρφὺς ἀντέλλουσα θρίξ.