καὶ μὴν τὸν ἐντεῦθεν λαχόντα πρὸς πύλαιςλέξω· τρίτῳ γὰρ Ἐτεόκλῳ τρίτος πάλοςἐξ ὑπτίου ʼπήδησεν εὐχάλκου κράνους,πύλαισι Νηίστῃσι προσβαλεῖν λόχον.ἵππους δʼ ἐν ἀμπυκτῆρσιν ἐμβριμωμέναςδινεῖ, θελούσας πρὸς πύλαις πεπτωκέναι.φιμοὶ δὲ συρίζουσι βάρβαρον τρόπον,μυκτηροκόμποις πνεύμασιν πληρούμενοι.ἐσχημάτισται δʼ ἀσπὶς οὐ σμικρὸν τρόπον·ἀνὴρ δʼ· ὁπλίτης κλίμακος προσαμβάσειςστείχει πρὸς ἐχθρῶν πύργον, ἐκπέρσαι θέλων.βοᾷ δὲ χοὖτος γραμμάτων ἐν ξυλλαβαῖς,ὡς οὐδʼ ἂν Ἄρης σφʼ ἐκβάλοι πυργωμάτων.καὶ τῷδε φωτὶ πέμπε τὸν φερέγγυονπόλεως ἀπείργειν τῆσδε δούλιον ζυγόν.πέμποιμʼ ἂν ἤδη τόνδε, σὺν τύχῃ δέ τῳ·καὶ δὴ πέπεμπται κόμπον ἐν χεροῖν ἔχων,Μεγαρεύς, Κρέοντος σπέρμα τοῦ σπαρτῶνγένους,ὃς οὔτι μάργων ἱππικῶν φρυαγμάτωνβρόμον φοβηθεὶς ἐκ πυλῶν χωρήσεται,ἀλλʼ ἢ θανὼν τροφεῖα πληρώσει χθονί,ἢ καὶ δύʼ ἄνδρε καὶ πόλισμʼ ἐπʼ ἀσπίδοςἑλὼν λαφύροις δῶμα κοσμήσει πατρός.κόμπαζʼ ἐπʼ ἄλλῳ, μηδέ μοι φθόνει λέγων.ἐπεύχομαι τῷδε μὲν εὐτυχεῖν, ἰὼπρόμαχʼ ἐμῶν δόμων, τοῖσι δὲ δυστυχεῖν.ὡς δʼ ὑπέραυχα βάζουσιν ἐπὶ πτόλειμαινομένᾳ φρενί, τώς νινΖεὺς νεμέτωρ ἐπίδοι κοταίνων.τέταρτος ἄλλος, γείτονας πύλας ἔχωνὌγκας Ἀθάνας, ξὺν βοῇ παρίσταται,Ἱππομέδοντος σχῆμα καὶ μέγας τύπος·ἅλω δὲ πολλήν, ἀσπίδος κύκλον λέγω,ἔφριξα δινήσαντος· οὐκ ἄλλως ἐρῶ.ὁ σηματουργὸς δʼ οὔ τις εὐτελὴς ἄρʼ ἦνὅστις τόδʼ ἔργον ὤπασεν πρὸς ἀσπίδι,Τυφῶνʼ ἱέντα πύρπνοον διὰ στόμαλιγνὺν μέλαιναν, αἰόλην πυρὸς κάσιν·ὄφεων δὲ πλεκτάναισι περίδρομον κύτος