τὸν ἁμόν νυν ἀντίπαλον εὐτυχεῖνθεοὶ δοῖεν, ὡς δικαίως πόλεωςπρόμαχος ὄρνυται· τρέμω δʼ αἱματη-φόρους μόρους ὑπὲρ φίλωνὀλομένων ἰδέσθαι.τούτῳ μὲν οὕτως εὐτυχεῖν δοῖεν θεοί·Καπανεὺς δʼ ἐπʼ Ἠλέκτραισιν εἴληχεν πύλαις,γίγας ὅδʼ ἄλλος τοῦ πάρος λελεγμένουμείζων, ὁ κόμπος δʼ οὐ κατʼ ἄνθρωπον φρονεῖ,πύργοις δʼ ἀπειλεῖ δείνʼ, ἃ μὴ κραίνοι τύχη·θεοῦ τε γὰρ θέλοντος ἐκπέρσειν πόλινκαὶ μὴ θέλοντός φησιν, οὐδὲ τὴν Διὸςἔριν πέδοι σκήψασαν ἐμποδὼν σχεθεῖν.τὰς δʼ ἀστραπάς τε καὶ κεραυνίους βολὰςμεσημβρινοῖσι θάλπεσιν προσῄκασεν·ἔχει δὲ σῆμα γυμνὸν ἄνδρα πυρφόρον,φλέγει δὲ λαμπὰς διὰ χερῶν ὡπλισμένη·χρυσοῖς δὲ φωνεῖ γράμμασιν πρήσω πόλιν.τοιῷδε φωτὶ πέμπε—τίς ξυστήσεται,τίς ἄνδρα κομπάζοντα μὴ τρέσας μενεῖ;καὶ τῷδε κέρδει κέρδος ἄλλο τίκτεται.τῶν τοι ματαίων ἀνδράσιν φρονημάτωνἡ γλῶσσʼ ἀληθὴς γίγνεται κατήγορος·Καπανεὺς δʼ ἀπειλεῖ, δρᾶν παρεσκευασμένος,θεοὺς ἀτίζων, κἀπογυμνάζων στόμαχαρᾷ ματαίᾳ θνητὸς ὢν εἰς οὐρανὸνπέμπει γεγωνὰ Ζηνὶ κυμαίνοντʼ ἔπη·πέποιθα δʼ αὐτῷ ξὺν δίκῃ τὸν πυρφόρονἥξειν κεραυνόν, οὐδὲν ἐξῃκασμένονμεσημβρινοῖσι θάλπεσιν τοῖς ἡλίου.ἀνὴρ δʼ ἐπʼ αὐτῷ, κεἰ στόμαργός ἐστʼ ἄγαν,αἴθων τέτακται λῆμα, Πολυφόντου βία,φερέγγυον φρούρημα, προστατηρίαςἈρτέμιδος εὐνοίαισι σύν τʼ ἄλλοις θεοῖς.λέγʼ ἄλλον ἄλλαις ἐν πύλαις εἰληχότα.ὄλοιθʼ ὃς πόλει μεγάλʼ ἐπεύχεται,κεραυνοῦ δέ νιν βέλος ἐπισχέθοι,πρὶν ἐμὸν ἐσθορεῖν δόμον, πωλικῶνθʼ ἑδωλίων ὑπερκόπῳδορί ποτʼ ἐκλαπάξαι.