Τυδεὺς μὲν ἤδη πρὸς πύλαισι Προιτίσινβρέμει, πόρον δʼ Ἰσμηνὸν οὐκ ἐᾷ περᾶνὁ μάντις· οὐ γὰρ σφάγια γίγνεται καλά.Τυδεὺς δὲ μαργῶν καὶ μάχης λελιμμένοςμεσημβριναῖς κλαγγαῖσιν ὡς δράκων βοᾷ·θείνει δʼ ὀνείδει μάντιν Οἰκλείδην σοφόν,σαίνειν μόρον τε καὶ μάχην ἀψυχίᾳ.τοιαῦτʼ ἀυτῶν τρεῖς κατασκίους λόφουςσείει, κράνους χαίτωμʼ, ὑπʼ ἀσπίδος δʼ ἔσωχαλκήλατοι κλάζουσι κώδωνες φόβον·ἔχει δʼ ὑπέρφρον σῆμʼ ἐπʼ ἀσπίδος τόδε,φλέγονθʼ ὑπʼ ἄστροις οὐρανὸν τετυγμένον·λαμπρὰ δὲ πανσέληνος ἐν μέσῳ σάκει,πρέσβιστον ἄστρων, νυκτὸς ὀφθαλμός, πρέπει.τοιαῦτʼ ἀλύων ταῖς ὑπερκόμποις σαγαῖςβοᾷ παρʼ ὄχθαις ποταμίαις, μάχης ἐρῶν,ἵππος χαλινῶν ὣς κατασθμαίνων μένει,ὅστις βοὴν σάλπιγγος ὁρμαίνει μένων.τίνʼ ἀντιτάξεις τῷδε; τίς Προίτου πυλῶνκλῄθρων λυθέντων προστατεῖν φερέγγυος;κόσμον μὲν ἀνδρὸς οὔτινʼ ἂν τρέσαιμʼ ἐγώ,οὐδʼ ἑλκοποιὰ γίγνεται τὰ σήματα·λόφοι δὲ κώδων τʼ οὐ δάκνουσʼ ἄνευ δορός.καὶ νύκτα ταύτην ἣν λέγεις ἐπʼ ἀσπίδοςἄστροισι μαρμαίρουσαν οὐρανοῦ κυρεῖν,τάχʼ ἂν γένοιτο μάντις ἡ ἀνοία τινί.εἰ γὰρ θανόντι νὺξ ἐπʼ ὀφθαλμοῖς πέσοι,τῷ τοι φέροντι σῆμʼ ὑπέρκομπον τόδεγένοιτʼ ἂν ὀρθῶς ἐνδίκως τʼ ἐπώνυμον,καὐτὸς καθʼ αὑτοῦ τήνδʼ ὕβριν μαντεύσεται.ἐγὼ δὲ Τυδεῖ κεδνὸν Ἀστακοῦ τόκοντῶνδʼ ἀντιτάξω προστάτην πυλωμάτων,μάλʼ εὐγενῆ τε καὶ τὸν Αἰσχύνης θρόνοντιμῶντα καὶ στυγοῦνθʼ ὑπέρφρονας λόγους.αἰσχρῶν γὰρ ἀργός, μὴ κακὸς δʼ εἶναι φιλεῖ.σπαρτῶν δʼ ἀπʼ ἀνδρῶν, ὧν Ἄρης ἐφείσατο,ῥίζωμʼ ἀνεῖται, κάρτα δʼ ἔστʼ ἐγχώριος,Μελάνιππος· ἔργον δʼ ἐν κύβοις Ἄρης κρινεῖ·Δίκη δʼ ὁμαίμων κάρτα νιν προστέλλεταιεἴργειν τεκούσῃ μητρὶ πολέμιον δόρυ.