πολλὰ γάρ, εὖτε πτόλις δαμασθῇ,ἒ ἔ, δυστυχῆ τε πράσσει.ἄλλος δʼ ἄλλον ἄγει, φονεύ-ει, τὰ δὲ πυρφορεῖ· καπνῷδὲ χραίνεται πόλισμʼ ἅπαν·μαινόμενος δʼ ἐπιπνεῖ λαοδάμαςμιαίνων εὐσέβειαν Ἄρης.κορκορυγαὶ δʼ ἀνʼ ἄστυ, προτὶ πτόλινδʼ ὁρκάναπυργῶτις· πρὸς ἀνδρὸς δʼ ἀνὴρἀμφὶ δορὶ κλίνεται·βλαχαὶ δʼ αἱματόεσσαιτῶν ἐπιμαστιδίωνἀρτιτρεφεῖς βρέμονται.ἁρπαγαὶ δὲ διαδρομᾶν ὁμαίμονες·ξυμβολεῖ φέρων φέροντι,καὶ κενὸς κενὸν καλεῖ,ξύννομον θέλων ἔχειν,οὔτε μεῖον οὔτʼ ἴσον λελιμμένοι.τἀκ τῶνδʼ εἰκάσαι λόγος πάρα.παντοδαπὸς δὲ καρπὸς χαμάδις πεσὼνἀλγύνει κυρήσας· πικρὸν δʼὄμμα θαλαμηπόλων·πολλὰ δʼ ἀκριτόφυρτοςγᾶς δόσις οὐτιδανοῖςἐν ῥοθίοις φορεῖται.δμωίδες δὲ καινοπήμονες νέαι·τλάμονʼ εὐνὰν αἰχμάλωτονἀνδρὸς εὐτυχοῦντος ὣςδυσμενοῦς ὑπερτέρουἐλπίς ἐστι νύκτερον τέλος μολεῖν,παγκλαύτων ἀλγέων ἐπίρροθον.ὅ τοι κατόπτης, ὡς ἐμοὶ δοκεῖ, στρατοῦπευθώ τινʼ ἡμῖν, ὦ φίλαι, νέαν φέρει,σπουδῇ διώκων πομπίμους χνόας ποδῶν.καὶ μὴν ἄναξ ὅδʼ αὐτὸς Οἰδίπου τόκοςεἰς ἀρτίκολλον ἀγγέλου λόγον μαθεῖν·σπουδὴ δὲ καὶ τοῦδʼ οὐκ ἀπαρτίζει πόδα.λέγοιμʼ ἂν εἰδὼς εὖ τὰ τῶν ἐναντίων,ὥς τʼ ἐν πύλαις ἕκαστος εἴληχεν πάλον.