τοὶ δʼ ἐπʼ ἀμφιβόλοισινἰάπτουσι πολίταιςχερμάδʼ ὀκριόεσσαν.παντὶ τρόπῳ, Διογενεῖςθεοί, πόλιν καὶ στρατὸνΚαδμογενῆ ῥύεσθε.ποῖον δʼ ἀμείψεσθε γαίας πέδοντᾶσδʼ ἄρειον, ἐχθροῖςἀφέντες τὰν βαθύχθονʼ αἶαν,ὕδωρ τε Διρκαῖον, εὐ-τραφέστατον πωμάτωνὅσων ἵησιν Ποσει-δᾶν ὁ γαιάοχοςΤηθύος τε παῖδες.πρὸς τάδʼ, ὦ πολιοῦχοιθεοί, τοῖσι μὲν ἔξωπύργων ἀνδρολέτειρανκῆρα, ῥίψοπλον ἄταν,ἐμβαλόντες ἄροισθεκῦδος τοῖσδε πολίταις.καὶ πόλεως ῥύτορες ἔστʼεὔεδροί τε στάθητʼὀξυγόοις λιταῖσιν.οἰκτρὸν γὰρ πόλιν ὧδʼ ὠγυγίανἈίδᾳ προϊάψαι, δορὸς ἄγρανδουλίαν ψαφαρᾷ σποδῷὑπʼ ἀνδρὸς Ἀχαιοῦ θεόθενπερθομέναν ἀτίμως,τὰς δὲ κεχειρωμένας ἄγεσθαι,ἒ ἔ, νέας τε καὶ παλαιὰςἱππηδὸν πλοκάμων, περιρ-ρηγνυμένων φαρέων. βοᾷδʼ ἐκκενουμένα πόλις,λαΐδος ὀλλυμένας μιξοθρόου·βαρείας τοι τύχας προταρβῶ.κλαυτὸν δʼ ἀρτιτρόποις ὠμοδρόποιςνομίμων προπάροιθεν διαμεῖψαιδωμάτων στυγερὰν ὁδόν·τί; τὸν φθίμενον γὰρ προλέγωβέλτερα τῶνδε πράσσειν·