παλινστομεῖς αὖ θιγγάνουσʼ ἀγαλμάτων;ἀψυχίᾳ γὰρ γλῶσσαν ἁρπάζει φόβος.αἰτουμένῳ μοι κοῦφον εἰ δοίης τέλος.λέγοις ἂν ὡς τάχιστα, καὶ τάχʼ εἴσομαι.σίγησον, ὦ τάλαινα, μὴ φίλους φόβει.σιγῶ· σὺν ἄλλοις πείσομαι τὸ μόρσιμον.τοῦτʼ ἀντʼ ἐκείνων τοὔπος αἱροῦμαι σέθεν.καὶ πρός γε τούτοις, ἐκτὸς οὖσʼ ἀγαλμάτων,εὔχου τὰ κρείσσω, ξυμμάχους εἶναι θεούς·κἀμῶν ἀκούσασʼ εὐγμάτων, ἔπειτα σὺὀλολυγμὸν ἱερὸν εὐμενῆ παιώνισον,Ἑλληνικὸν νόμισμα θυστάδος βοῆς,θάρσος φίλοις, λύουσα πολέμιον φόβον.ἐγὼ δὲ χώρας τοῖς πολισσούχοις θεοῖς,πεδιονόμοις τε κἀγορᾶς ἐπισκόποις,Δίρκης τε πηγαῖς, ὕδατί τʼ Ἰσμηνοῦ λέγωεὖ ξυντυχόντων καὶ πόλεως σεσωμένης,μήλοισιν αἱμάσσοντας ἑστίας θεῶν,ταυροκτονοῦντας θεοῖσιν, ὧδʼ ἐπεύχομαιθύσειν τροπαῖα, δαΐων δʼ ἐσθήματα,στέψω λάφυρα δουρίπληχθʼ ἁγνοῖς δόμοις.στέψω πρὸ ναῶν, πολεμίων δʼ ἐσθήματα.τοιαῦτʼ ἐπεύχου μὴ φιλοστόνως θεοῖς,μηδʼ ἐν ματαίοις κἀγρίοις ποιφύγμασιν·οὐ γάρ τι μᾶλλον μὴ φύγῃς τὸ μόρσιμον.ἐγὼ δέ γʼ ἄνδρας ἓξ ἐμοὶ σὺν ἑβδόμῳἀντηρέτας ἐχθροῖσι τὸν μέγαν τρόπονεἰς ἑπτατειχεῖς ἐξόδους τάξω μολών,πρὶν ἀγγέλους σπερχνούς τε καὶ ταχυρρόθουςλόγους ἱκέσθαι καὶ φλέγειν χρείας ὕπο.μέλει, φόβῳ δʼ οὐχ ὑπνώσσει κέαρ·γείτονες δὲ καρδίαςμέριμναι ζωπυροῦσι τάρβοςτὸν ἀμφιτειχῆ λεών,δράκοντας ὥς τις τέκνωνὑπερδέδοικεν λεχαίων δυσευνάτοραςπάντρομος πελειάς.τοὶ μὲν γὰρ ποτὶ πύργουςπανδαμεὶ πανομιλεὶστείχουσιν. τί γένωμαι;