τοὺς τῆς ἁλούσης πόλεος ἐκλείπειν λόγος.μήποτʼ ἐμὸν κατʼ αἰῶνα λίποι θεῶνἅδε πανάγυρις, μηδʼ ἐπίδοιμι τάνδʼἀστυδρομουμέναν πόλιν καὶ στράτευμʼἁπτόμενον πυρὶ δαΐῳ.μή μοι θεοὺς καλοῦσα βουλεύου κακῶς·πειθαρχία γάρ ἐστι τῆς εὐπραξίαςμήτηρ, γυνὴ σωτῆρος· ὧδʼ ἔχει λόγος.ἔστι· θεοῦ δʼ ἔτʼ ἰσχὺς καθυπερτέρα·πολλάκι δʼ ἐν κακοῖσι τὸν ἀμάχανονκἀκ χαλεπᾶς δύας ὕπερθʼ ὀμμάτωνκρημναμενᾶν νεφελᾶν ὀρθοῖ.ἀνδρῶν τάδʼ ἐστί, σφάγια καὶ χρηστήριαθεοῖσιν ἕρδειν πολεμίων πειρωμένους ·σὸν δʼ αὖ τὸ σιγᾶν καὶ μένειν εἴσω δόμων.διὰ θεῶν πόλιν νεμόμεθʼ ἀδάματον,δυσμενέων δʼ ὄχλον πύργος ἀποστέγει.τίς τάδε νέμεσις στυγεῖ;οὔτοι φθονῶ σοι δαιμόνων τιμᾶν γένος·ἀλλʼ ὡς πολίτας μὴ κακοσπλάγχνους τιθῇς,εὔκηλος ἴσθι μηδʼ ἄγαν ὑπερφοβοῦ.ποτίφατον κλύουσα πάταγον ἀνάμιγαταρβοσύνῳ φόβῳ τάνδʼ ἐς ἀκρόπτολιν,τίμιον ἕδος, ἱκόμαν.μή νυν, ἐὰν θνῄσκοντας ἢ τετρωμένουςπύθησθε, κωκυτοῖσιν ἁρπαλίζετε.τούτῳ γὰρ Ἄρης βόσκεται, φόνῳ βροτῶν.καὶ μὴν ἀκούω γʼ ἱππικῶν φρυαγμάτων.μή νυν ἀκούουσʼ ἐμφανῶς ἄκουʼ ἄγαν.στένει πόλισμα γῆθεν, ὡς κυκλουμένων.οὐκοῦν ἔμʼ ἀρκεῖ τῶνδε βουλεύειν πέρι.δέδοικʼ, ἀραγμὸς δʼ ἐν πύλαις ὀφέλλεται.οὐ σῖγα μηδὲν τῶνδʼ ἐρεῖς κατὰ πτόλιν;ὦ ξυντέλεια, μὴ προδῷς πυργώματα.οὐκ ἐς φθόρον σιγῶσʼ ἀνασχήσῃ τάδε;θεοὶ πολῖται, μή με δουλείας τυχεῖν.αὐτὴ σὺ δουλοῖς κἀμὲ καὶ πᾶσαν πόλιν.ὦ παγκρατὲς Ζεῦ, τρέψον εἰς ἐχθροὺς βέλος.ὦ Ζεῦ, γυναικῶν οἷον ὤπασας γένος.μοχθηρόν, ὥσπερ ἄνδρας ὧν ἁλῷ πόλις.