μέλεσθέ θʼ ἱερῶν δημίων,μελόμενοι δʼ ἀρήξατε·φιλοθύτων δέ τοι πόλεος ὀργίωνμνήστορες ἐστέ μοι.ὑμᾶς ἐρωτῶ, θρέμματʼ οὐκ ἀνασχετά,ἦ ταῦτʼ ἄριστα καὶ πόλει σωτήρια,στρατῷ τε θάρσος τῷδε πυργηρουμένῳ,βρέτη πεσούσας πρὸς πολισσούχων θεῶναὔειν, λακάζειν, σωφρόνων μισήματα;μήτʼ ἐν κακοῖσι μήτʼ ἐν εὐεστοῖ φίλῃξύνοικος εἴην τῷ γυναικείῳ γένει.κρατοῦσα μὲν γὰρ οὐχ ὁμιλητὸν θράσος,δείσασα δʼ οἴκῳ καὶ πόλει πλέον κακόν.καὶ νῦν πολίταις τάσδε διαδρόμους φυγὰςθεῖσαι διερροθήσατʼ ἄψυχον κάκην·τὰ τῶν θύραθεν δʼ ὡς ἄριστʼ ὀφέλλεται,αὐτοὶ δʼ ὑπʼ αὐτῶν ἔνδοθεν πορθούμεθα.τοιαῦτά τἂν γυναιξὶ συνναίων ἔχοις.κεἰ μή τις ἀρχῆς τῆς ἐμῆς ἀκούσεται,ἀνὴρ γυνή τε χὤ τι τῶν μεταίχμιον,ψῆφος κατʼ αὐτῶν ὀλεθρία βουλεύσεται,λευστῆρα δήμου δʼ οὔ τι μὴ φύγῃ μόρον.μέλει γὰρ ἀνδρί, μὴ γυνὴ βουλευέτω,τἄξωθεν· ἔνδον δʼ οὖσα μὴ βλάβην τίθει.ἤκουσας ἢ οὐκ ἤκουσας, ἢ κωφῇ λέγω;ὦ φίλον Οἰδίπου τέκος, ἔδεισʼ ἀκού-σασα τὸν ἁρματόκτυπον ὄτοβον ὄτοβον,ὅτε τε σύριγγες ἔκλαγξαν ἑλίτροχοι,ἱππικῶν τʼ ἀπύαν πηδαλίων διὰ στόμαπυριγενετᾶν χαλινῶν.τί οὖν; ὁ ναύτης ἆρα μὴ ʼς πρῷραν φυγὼνπρύμνηθεν ηὗρε μηχανὴν σωτηρίας,νεὼς καμούσης ποντίῳ πρὸς κύματι ;ἀλλʼ ἐπὶ δαιμόνων πρόδρομος ἦλθον ἀρ-χαῖα βρέτη, θεοῖσι πίσυνος, νιφάδοςὅτʼ ὀλοᾶς νειφομένας βρόμος ἐν πύλαις·δὴ τότʼ ἤρθην φόβῳ πρὸς μακάρων λιτάς, πόλεωςἵνʼ ὑπερέχοιεν ἀλκάν.πύργον στέγειν εὔχεσθε πολέμιον δόρυ.οὐκοῦν τάδʼ ἔσται πρὸς θεῶν· ἀλλʼ οὖν θεοὺς