ἀλλʼ εἰς ἅπαντας ἀνθʼ ἑνὸς τόδʼ ἔργον ἦν.ἔρις περαίνει μῦθον ὑστάτη θεῶν.ἐγὼ δὲ θάψω τόνδε· μὴ μακρηγόρει.ἀλλʼ αὐτόβουλος ἴσθʼ, ἀπεννέπω δʼ ἐγώ.φεῦ φεῦ.ὦ μεγάλαυχοι καὶ φθερσιγενεῖςΚῆρες Ἐρινύες, αἵτʼ Οἰδιπόδαγένος ὠλέσατε πρυμνόθεν οὕτως,τί πάθω; τί δὲ δρῶ ; τί δὲ μήσωμαι;πῶς τολμήσω μήτε σὲ κλαίεινμήτε προπέμπειν ἐπὶ τύμβον ·ἀλλὰ φοβοῦμαι κἀποτρέπομαιδεῖμα πολιτῶν.σύ γε μὴν πολλῶν πενθητήρωντεύξει· κεῖνος δʼ ὁ τάλας ἄγοοςμονόκλαυτον ἔχων θρῆνον ἀδελφῆςεἶσιν· τίς ἂν οὖν τὰ πίθοιτο ;δράτω τι πόλις καὶ μὴ δράτωτοὺς κλαίοντας Πολυνείκη.ἡμεῖς μὲν ἴμεν καὶ συνθάψομεναἵδε προπομποί. καὶ γὰρ γενεᾷκοινὸν τόδʼ ἄχος, καὶ πόλις ἄλλωςἄλλοτʼ ἐπαινεῖ τὰ δίκαια.ἡμεῖς δʼ ἅμα τῷδʼ, ὥσπερ τε πόλιςκαὶ τὸ δίκαιον ξυνεπαινεῖ.μετὰ γὰρ μάκαρας καὶ Διὸς ἰσχὺνὅδε Καδμείων ἤρυξε πόλινμὴ ʼνατραπῆναι μηδʼ ἀλλοδαπῷκύματι φωτῶνκατακλυσθῆναι τὰ μάλιστα.