ὦπται πάλαι δὴ καὶ βεβούλευται τάδε.τόλμησον, ὦ μάταιε, τόλμησόν ποτεπρὸς τὰς παρούσας πημονὰς ὀρθῶς φρονεῖν,ὀχλεῖς μάτην με κῦμʼ ὅπως παρηγορῶν.εἰσελθέτω σε μήποθʼ ὡς ἐγὼ Διὸςγνώμην φοβηθεὶς θηλύνους γενήσομαι,καὶ λιπαρήσω τὸν μέγα στυγούμενονγυναικομίμοις ὑπτιάσμασιν χερῶνλῦσαί με δεσμῶν τῶνδε· τοῦ παντὸς δέω.λέγων ἔοικα πολλὰ καὶ μάτην ἐρεῖν·τέγγῃ γὰρ οὐδὲν οὐδὲ μαλθάσσῃ λιταῖςἐμαῖς· δακὼν δὲ στόμιον ὡς νεοζυγὴςπῶλος βιάζῃ καὶ πρὸς ἡνίας μάχῃ.ἀτὰρ σφοδρύνῃ γʼ ἀσθενεῖ σοφίσματι·αὐθαδία γὰρ τῷ φρονοῦντι μὴ καλῶςαὐτὴ καθʼ αὑτὴν οὐδενὸς μεῖζον σθένει.σκέψαι δʼ, ἐὰν μὴ τοῖς ἐμοῖς πεισθῇς λόγοις,οἷός σε χειμὼν καὶ κακῶν τρικυμίαἔπεισʼ ἄφυκτος · πρῶτα μὲν γὰρ ὀκρίδαφάραγγα βροντῇ καὶ κεραυνίᾳ φλογὶπατὴρ σπαράξει τήνδε, καὶ κρύψει δέμαςτὸ σόν, πετραία δʼ ἀγκάλη σε βαστάσει.μακρὸν δὲ μῆκος ἐκτελευτήσας χρόνουἄψορρον ἥξεις εἰς φάος· Διὸς δέ τοίπτηνὸς κύων, δαφοινὸς αἰετός, λάβρωςδιαρταμήσει σώματος μέγα ῥάκος,ἄκλητος ἕρπων δαιταλεὺς πανήμερος,κελαινόβρωτον δʼ ἧπαρ ἐκθοινήσεται.τοιοῦδε μόχθου τέρμα μή τι προσδόκα,πρὶν ἂν θεῶν τις διάδοχος τῶν σῶν πόνωνφανῇ, θελήσῃ τʼ εἰς ἀναύγητον μολεῖνἍιδην κνεφαῖά τʼ ἀμφὶ Ταρτάρου βάθη.πρὸς ταῦτα βούλευʼ· ὡς ὅδʼ οὐ πεπλασμένοςὁ κόμπος, ἀλλὰ καὶ λίαν εἰρημένος ·ψευδηγορεῖν γὰρ οὐκ ἐπίσταται στόματὸ Δῖον, ἀλλὰ πᾶν ἔπος τελεῖ· σὺ δὲπάπταινε καὶ φρόντιζε, μηδʼ αὐθαδίανεὐβουλίας ἀμείνονʼ ἡγήσῃ ποτέ.ἡμῖν μὲν Ἑρμῆς οὐκ ἄκαιρα φαίνεταιλέγειν. ἄνωγε γάρ σε τὴν αὐθαδίαν