αἴσχιστα καὶ τάχιστα. μή τί σοι δοκῶταρβεῖν ὑποπτήσσειν τε τε τοὺς νέους θεούς;πολλοῦ γε καὶ τοῦ παντὸς ἐλλείπω. σὺ δὲκέλευθον ἥνπερ ἦλθες ἐγκόνει πάλιν·πεύσῃ γὰρ οὐδὲν ὧν ἀνιστορεῖς ἐμέ.τοιοῖσδε μέντοι καὶ πρὶν αὐθαδίσμασινἐς τάσδε σαυτὸν πημονὰς καθώρμισας.τῆς σῆς λατρείας τὴν ἐμὴν δυσπραξίαν,σαφῶς ἐπίστασʼ, οὐκ ἂν ἀλλάξαιμʼ ἐγώ.κρεῖσσον γὰρ οἶμαι τῇδε λατρεύειν πέτρᾳἢ πατρὶ φῦναι Ζηνὶ πιστὸν ἄγγελον.οὕτως ὑβρίζειν τοὺς ὑβρίζοντας χρεών.χλιδᾶν ἔοικας τοῖς παροῦσι πράγμασι.χλιδῶ; χλιδῶντας ὧδε τοὺς ἐμοὺς ἐγὼἐχθροὺς ἴδοιμι· καὶ σὲ δʼ ἐν τούτοις λέγω.ἦ κἀμὲ γάρ τι συμφοραῖς ἐπαιτιᾷ;ἁπλῷ λόγῳ τοὺς πάντας ἐχθαίρω θεούς,ὅσοι παθόντες εὖ κακοῦσί μʼ ἐκδίκως.κλύω σʼ ἐγὼ μεμηνότʼ οὐ σμικρὰν νόσον.νοσοῖμʼ ἄν, εἰ νόσημα τοὺς ἐχθροὺς στυγεῖν.εἴης φορητὸς οὐκ ἄν, εἰ πράσσοις καλῶς.ὤμοι.ὤμοι; τόδε Ζεὺς τοὔπος οὐκ ἐπίσταται.ἀλλʼ ἐκδιδάσκει πάνθʼ ὁ γηράσκων χρόνος.καὶ μὴν σύ γʼ οὔπω σωφρονεῖν ἐπίστασαι.σὲ γὰρ προσηύδων οὐκ ἂν ὄνθʼ ὑπηρέτην.ἐρεῖν ἔοικας οὐδὲν ὧν χρῄζει πατήρ.καὶ μὴν ὀφείλων γʼ ἂν τίνοιμʼ αὐτῷ χάριν.ἐκερτόμησας δῆθεν ὡς παῖδʼ ὄντα με.οὐ γὰρ σὺ παῖς τε κἄτι τοῦδʼ ἀνούστεροςεἰ προσδοκᾷς ἐμοῦ τι πεύσεσθαι πάρα;οὐκ ἔστιν αἴκισμʼ οὐδὲ μηχάνημʼ ὅτῳπροτρέψεταί με Ζεὺς γεγωνῆσαι τάδε,πρὶν ἂν χαλασθῇ δεσμὰ λυμαντήρια.πρὸς ταῦτα ῥιπτέσθω μὲν αἰθαλοῦσσα φλόξ,λευκοπτέρῳ δὲ νιφάδι καὶ βροντήμασιχθονίοις κυκάτω πάντα καὶ ταρασσέτω.γνάμψει γὰρ οὐδὲν τῶνδέ μʼ ὥστε καὶ φράσαιπρὸς οὗ χρεών νιν ἐκπεσεῖν τυραννίδος.ὅρα νυν εἴ σοι ταῦτʼ ἀρωγὰ φαίνεται.