μεθέντʼ ἐρευνᾶν τὴν σοφὴν εὐβουλίαν.πιθοῦ· σοφῷ γὰρ αἰσχρὸν ἐξαμαρτάνειν.εἰδότι τοί μοι τάσδʼ ἀγγελίαςὅδʼ ἐθώυξεν· πάσχειν δὲ κακῶςἐχθρὸν ὑπʼ ἐχθρῶν οὐδὲν ἀεικές.πρὸς ταῦτʼ ἐπʼ ἐμοὶ ῥιπτέσθω μὲνπυρὸς ἀμφήκης βόστρυχος, αἰθὴρ δʼἐρεθιζέσθω βροντῇ σφακέλῳ τʼἀγρίων ἀνέμων· χθόνα δʼ ἐκ πυθμένωναὐταῖς ῥίζαις πνεῦμα κραδαίνοι,κῦμα δὲ πόντου τραχεῖ ῥοθίῳσυγχώσειεν τῶν οὐρανίωνἄστρων διόδους· εἴς τε κελαινὸνΤάρταρον ἄρδην ῥίψειε δέμαςτοὐμὸν ἀνάγκης στερραῖς δίναις·πάντως ἐμέ γʼ οὐ θανατώσει.τοιάδε μέντοι τῶν φρενοπλήκτωνβουλεύματʼ ἔπη τʼ ἔστιν ἀκοῦσαι.τί γὰρ ἐλλείπει μὴ οὐ παραπαίεινἡ τοῦδʼ εὐχή; τί χαλᾷ μανιῶν;ἀλλʼ οὖν ὑμεῖς γʼ αἱ πημοσύναιςσυγκάμνουσαι ταῖς τοῦδε τόπωνμετά ποι χωρεῖτʼ ἐκ τῶνδε θοῶς,μὴ φρένας ὑμῶν ἠλιθιώσῃβροντῆς μύκημʼ ἀτέραμνον.ἄλλο τι φώνει καὶ παραμυθοῦ μʼὅ τι καὶ πείσεις· οὐ γὰρ δή πουτοῦτό γε τλητὸν παρέσυρας ἔπος.πῶς με κελεύεις κακότητʼ ἀσκεῖν;μετὰ τοῦδʼ ὅ τι χρὴ πάσχειν ἐθέλω·τοὺς προδότας γὰρ μισεῖν ἔμαθον,κοὐκ ἔστι νόσοςτῆσδʼ ἥντινʼ ἀπέπτυσα μᾶλλον.ἀλλʼ οὖν μέμνησθʼ ἁγὼ προλέγωμηδὲ πρὸς ἄτης θηραθεῖσαιμέμψησθε τύχην, μηδέ ποτʼ εἴπηθʼὡς Ζεὺς ὑμᾶς εἰς ἀπρόοπτονπῆμʼ εἰσέβαλεν· μὴ δῆτʼ αὐταὶ δʼὑμᾶς αὐτάς. εἰδυῖαι γὰρκοὐκ ἐξαίφνης οὐδὲ λαθραίως